Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

ἐστὶ, πολλὰς γὰρ εἴληφε μεταπτώσεις ἡ τῶν Ἀθηναίων διάλεκτος, εἴτε καὶ ἄλλη τις ὅλως. δείκνυμι γὰρ ἑτέρωθι τὴν ἡμετέραν περὶ τούτου γνώμην. καὶ ταύτην τὴν διάλεκτον πειρώμεθα διαφυλάττειν, καὶ μηδὲν εἰς αὐτὴν παρανομεῖν, μηδὲ κίβδηλον ἐπεισάγειν φωνῆς νόμισμα, μηδὲ παραχαράττειν. σὺ δὲ, εἰ μὲν ἐπιθυμεῖς κατ’ αὐτὴν ἡμῖν διαλέγεσθαι, πρότερον ἐκμαθεῖν αὐτὴν πειράθητι, εἰ δ’ ἄλλῃ τινὶ χρᾷς, καὶ τοῦτο μήνυσον. εἰ μὲν γὰρ τῶν Ἑλληνίδων ἐστὶ μία, πάντως που καὶ ταύτην γνωρίζομεν· καὶ γὰρ καὶ τὰ τῶν Ἰώνων καὶ τὰ τῶν Αἰολέων καὶ τὰ τῶν Δωριέων ἀνελεξάμεθα γράμματα· εἰ δ’ οὐδεμία τούτων, ἀλλά τις τῶν βαρβάρων, καὶ τοῦτ’ εἰπὲ, μόνον πειρῶ φυλάττειν αὐτὴν ἄχραντον, ἥ τις ἂν ᾖ, καὶ μή μοι τρία μὲν ἐκ Κιλικίας φέρειν ὀνόματα, τέσσαρα δ’ ἐκ Συρίας, πέντε δ’ ἐκ Γαλατίας, ἕξ δ’ Ἀθήνηθεν. ἐγὼ γὰρ οὕτω πολλὰς ἐκμανθάνειν οὐ δύναμαι διαλέκτους, ἵν’ ἀνδράσιν εἰς τοσοῦτον πολυγλώττοις ἕπωμαι. δίγλωττος γάρ τις ἐλέγετο πάλαι, καὶ θαῦμα τοῦτο ἦν, ἄνθρωπος εἷς ἀκριβῶν διαλέκτους δύο· σὺ δὲ ἡμᾶς ἀξιοῖς πολλὰς ἐκμαθεῖν, δέον αὐτὸν ἐκμανθάνειν μίαν, οὕτω μὲν ἰδίαν, οὕτω δὲ 

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]