Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

λέγω δὲ τούτου τε τοῦ νῦν εἰρημένου καὶ τοῦ κατὰ τὸ ποσὸν τῆς διαστολῆς. ἂν δὲ μηδὲν φαίνηται, τῶν πρώτων ἡμῖν καὶ αὐτὸ θετέον εἴη. ὅτι δ’ ἐν τῷ περὶ τῶν τοιούτων σκοπεῖσθαι γεγυμνάσθαι χρὴ διαγινώσκειν τὰς κατηγορίας, ἡγοῦμαι πρόδηλον ὑπάρχειν· ἵν’ ὅταν ὑπὸ μίαν μὲν ἄμφω ἄγηται κατηγορίαν τὰ ζητούμενα, μὴ μέντοι κοινὸν γένος τι ἐπ’ αὐτοῖς ᾖ, μὴ ταραττώμεθα τῷ κοινῷ τῆς κατηγορίας, ὡς τούς γε πλείστους τῶν ὀψιμαθῶν τε καὶ ἀγυμνάστων ψευδοδιαλεκτικῶν, ἔνθα κατηγορία κοινὴ, καὶ γένος ἐνταῦθα κοινὸν εὑρήσεις νομίζοντας, ὡς ἂν μὴ δυναμένους διαιρεῖσθαι τὴν ὁμωνυμίαν. οὕτω γοῦν ἔχει κᾀπὶ τοῦ κατὰ τὴν κίνησιν καὶ τὸ σῶμα τῆς ἀρτηρίας ποιοῦ. κατηγορία μὲν ἡ τοῦ ποιοῦ κοινὴ κατ’ ἀμφοῖν τοῖν γενοῖν, οὐ μὴν καὶ γένος γέ τι κοινὸν ἐπ’ ἀμφοῖν. ὁμωνύμως γὰρ, οὐ συνωνύμως ἄμφω ποιὰ λέγεται. οὐ γὰρ ἓν ταὐτόν ἐστιν ἐν ἀμφοτέροις τὸ ποιὸν, καθάπερ ἐν λευκῷ καὶ μέλανι, ἢ ἐν ψυχρῷ καὶ θερμῷ, ἀλλὰ κινήσει μὲν τὸ ποιὸν ἴδιον καὶ γένους ἄλλου, τῷ δὲ σώματι τῆς ἀρτηρίας ἴδιον καὶ γένους ἄλλου.

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]