De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
ἤδη λέγωμεν. ἀπὸ μὲν οὖν τῶν πραγμάτων ἀρχομένοις, ἤτοι τοῦ τῆς ἀρτηρίας σώματος ἔσται τις ποιότης ἡ πληρότης, ἢ τῆς ἐγκεχυμένης οὐσίας· ἀπὸ δὲ τῶν ὀνομάτων, ἐνθένδ’ ἂν μάλιστά τις ὑπάρξαιτο. πλῆρές φαμεν εἶναι τὸ κεράμιον οἴνου, καὶ πλήρη τὸν θύλακα ἀλφίτων. οὕτω δὲ καὶ τὸ θέατρον, ἢ τὸ στάδιον, ἢ τὸ βουλευτήριον, ἀνθρώπων πλήρη λέγομεν ὑπάρχειν, ὥσπερ αὖ καὶ κενά. οὕτω δὲ καὶ τὴν γαστέρα καὶ τὸ στόμα ποτὲ μέν φαμεν πλήρη εἶναι, ποτὲ δὲ κενά.
Πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο,Πλῆρές τοι σχαδόνων, καὶ ἀπ’ Αἰγίλω ἰσχάδα τρώγοις.
καὶ ὅλως ἅπαν ἀγγεῖον ἐντὸς αὐτοῦ περιέχων εὐρυχωρίαν ἤτοι πλῆρες, ἢ κενὸν εἶναί φαμεν· ἐπειδὰν μὲν ὑφ’ ἑτέρου τινὸς σώματος, εἴθ’ ἑνὸς, ἢ καὶ πλειόνων, ἡ εὐρύτης αὐτοῦ καταλαμβάνηται, πλῆρες· ἐπειδὰν δὲ μόνον ἀέρα περιέχῃ, κενόν. οὕτω μὲν ἅπαντες ἄνθρωποι κυρίως τε καὶ πρώτως ὀνομάζουσι. μεταφέροντες δ’ ἐντεῦθεν ἤδη τινὲς ἐπὶ τὰς ἑαυτῶν τέχνας, οὐκέτι δηλονότι κυρίως, οὐδὲ πρώτως,
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]