De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
αἴτιον ὅρος ἄριστος εἶναι δοκεῖ. τῶν τοιούτων δ’ ἐστὶ καὶ
ὁ σφυγμὸς, ἐν τῷ γίνεσθαι τὴν ὕπαρξιν ἔχων, ὥσπερ καὶ
πᾶσα κίνησις. εἰ δ’ ἀληθῶς, ἢ οὐκ ἀληθῶς ὑπὸ ψυχικῆς καὶ
ζωτικῆς δυνάμεως ἔφη γίνεσθαι τὸν σφυγμὸν, οὐ μικρὰ ζήτησις
ἐκδέχεται τὸν λόγον, ἣν ὁ πάντ’ ἐν πᾶσι λέγειν βουλόμενος
ἐπεισάξει τῇ προκειμένῃ σκέψει, καίτοι γ’ οὐκ οὔσης
ἀνάγκης· οἱ γὰρ τὴν οὐσίαν τοῦ πράγματος ἑρμηνεύοντες
ὅροι κατὰ τὰ δόγματα τῶν ὁριζομένων γίγνονται, πρὸς ἃ
τὴν μὲν ἀντιλογίαν ἰδίᾳ χρὴ ποιεῖσθαι, δι’ αὐτὰ δὲ τὸν ὅρον,
ὡς οὐ νομίμως γεγονότα μὴ συκοφαντεῖν. ἐν δὲ τῇ περὶ τῆς
ἀληθείας σκέψει τῶν εἰρημένων, ἐν αὐτῇ περιέχεται καὶ ἡ
τοιαύτη πᾶσα μακρολογία εἰ δ’ ἐγκαλεῖν τις ἐθέλοι διότι
συνέχεεν εἰς ἔνα λόγον ἀμφοτέρους τοὺς ὅρους, τόν τε ἐννοηματικὸν
ὀνομαζόμενον, ὃς κατὰ τὴν κοινὴν ἔννοιαν προέρχεται,
καὶ τὸν οὐσιώδη καλούμενον, ὃς τὴν οὐσίαν ἑρμηνεύει
τοῦ πράγματος, ὀρθῶς τ’ ἐγκαλέσει καὶ πολλοὺς τῶν εἰρημένων
ὅρων ὑπευθύνους ἀποδείξει τῇ τοιαύτῃ κατηγορίᾳ. τὴν
ἀρχὴν μὲν γὰρ ἁπάσης τῆς διδασκαλίας ἀπό τινος κατὰ τὴν
ἔννοιαν ὁρισμῶν γίγνεσθαι προσῆκεν, ἀπ’ ἐκείνης δ’ ἤτοι
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]