Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

ὅσον ἐφ’ ἑαυτῷ διεστάναι, τοὐναντίον Ἀσκληπιάδου δοξάζοντος· οἴεται γὰρ ὁ ἀνὴρ οὗτος καὶ τὴν καρδίαν καὶ τὰς ἀρτηρίας διαστέλλεσθαι πληρουμένας πνεύματος, εἰσρέοντος αὐταῖς διὰ λεπτομέρειαν, ἣν ἐντὸς ἑαυτῶν ἔχουσιν, ὅταν δὲ πληρωθεισῶν εἰς τὸ ἔμπροσθεν οὐκέτι ῥέῃ, καταπίπτειν αὖθις εἰς τὴν ἔμπροσθεν ὑπάρχουσαν ἑαυταῖς κατάστασιν φύσει τὸν χιτῶνα. καὶ τοῦτο ἐν παρέργῳ τὸ ζήτημα παρεισέρχεσθαι δύναται τοῖς ἀπέραντα μακρολογεῖν ἐθέλουσι σοφισταῖς. ὥσπερ δ’ ἐνταῦθα πολλῶν λόγων ὑπόθεσιν ἑαυτῷ τις πορίσασθαι δύναται, κατὰ τὸν αὐτὸν τρόπον, ἐὰν τὰ γεγραμμένα Φιλωνίδῃ τῷ Σικελῷ κατὰ τὸ περὶ τῆς ἰατρικῆς ὀκτωκαιδέκατον προχειρίζηταί τις, ὧν ἐπὶ βραχὺ καὶ Ἀγαθῖνος ἐμνημόνευσε μεμφόμενος αὐτῷ πρῶτον μὲν ὡς μοχθηρῶς ἀποφηναμένῳ τὸν σφυγμὸν ἐν ἀρτηρίαις μόναις γίγνεσθαι, δεύτερον δὲ ὡς καὶ τὸν Βακχεῖον οὐκ ὀρθῶς ἑαυτῷ συνεπισπωμένῳ, τὴν πολυλογίαν αὐξήσεις δηλονότι κᾀκ τοῦ τοιούτου τρόπου τῷ λόγῳ. πρῶτον μὲν γὰρ δεήσει τὰ ἐπιχειρήματα λέγειν οἷς πεισθεὶς ὁ Φιλωνίδης ἀρτηριῶν μόνων τὸν σφυγμὸν οἴεται εἶναι, δεύτερον δ’ ἐξελέγχειν αὐτὰ, καὶ τρίτον ἐπιδεικνύναι

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]