Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

καλεῖται δὲ ὁ μὲν ὑπερβάλλων μακρὸς, ὁ δὲ ἐλλείπων βραχύς. κατὰ δὲ τὸ πλάτος ὅ τε σύμμετρος ἐν αὐτῷ καὶ οἱ ἄμετροι δύο, πλατὺς μὲν ὁ ὑπὲρ τὸ σύμμετρον, ὁ δ’ ἐναντίος αὐτῷ στενός. κατὰ ταῦτα δὲ κᾀν τῇ κατὰ βάθος διαστάσει τῆς ἀρτηρίας ὁ μὲν ἔσται σύμμετρος, ὁ δὲ ὑψηλὸς, ὁ δὲ ταπεινός. αὗται μὲν ἐννέα διαφοραὶ σφυγμῶν τῶν κατὰ μίαν διάστασιν νενοημένων, αἱ δὲ κατὰ τρεῖς ἅμα διαστάσεις διαφοραὶ σφυγμῶν ἑπτὰ καὶ εἴκοσίν εἰσιν. γνώσῃ δ’ αὐτὰ σαφῶς ἐπὶ διαγράμματος, εἷς μὲν γὰρ ἔσται μακρὸς ἅμα καὶ πλατὺς καὶ ὑψηλὸς καὶ γεγράφθω πρῶτος ἁπάντων. ἕτερος δὲ μακρὸς ἅμα καὶ πλατὺς καὶ κατὰ βάθος σύμμετρος καὶ γεγράφθω δεύτερος. ἄλλος δὲ μακρὸς καὶ πλατὺς καὶ ταπεινὸς καὶ γεγράφθω τρίτος. ἑξῆς δὲ τούτοις οἱ λοιποὶ πάντες ὁμοίᾳ μεθόδῳ γνωριοῦνται, τῶν δύο μὲν τῶν πρώτων διαστάσεων τῶν αὐτῶν μενουσῶν, τρὶς δὲ τῆς ἐσχάτης ὑπαλλαττομένης, οἷον οὕτως, ὁ μὲν τέταρτος μακρὸς καὶ σύμμετρος τῷ πλάτει καὶ ὑψηλός· ὁ δὲ πέμπτος μακρὸς καὶ σύμμετρος τῷ πλάτει καὶ σύμμετρος τῷ βάθει. ὁ δὲ ἕκτος μακρὸς καὶ σύμμετρος τῷ πλάτει καὶ ταπεινὸς, εἶτ’ ἄλλοι πάλιν τρεῖς ἐφεξῆς, τῆς μὲν πρώτης διαστάσεως τὸ μακρὸν φυλαττούσης,

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]