Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

καὶ ἐναντίως αὐτῷ μικρός. καί τις ἀμφοῖν μέσος, ὁ σύμμετρος αὐτῶν. καὶ νὴ Δία γε μακρός τις καλεῖται σφυγμὸς καὶ βραχὺς καὶ πλατὺς καὶ στενὸς καὶ ὑψηλὸς καὶ ταπεινὸς καὶ οἱ μέσοι τούτων ἁπάντων οἱ σύμμετροι. δοκεῖ σοι τούτων τῶν εἰρημένων σφυγμῶν εἶναί τι κοινὸν γένος, ὁποῖον φήσουσι δηλαδὴ θρασυνόμενοι τῇ φωνῇ. σὺ δὲ, μὴ ταραχθεὶς ἐν τούτῳ, λαβὼν ἀνάγνωθι τὸ τοῦ Ἀρχιγένους βιβλίον αὐτοῖς, πρῶτον μὲν τὸ ἐπίγραμμα τοῦ κεφαλαίου τοιοῦτον ἔχον. περὶ μεγέθους σφυγμοῦ. εἶτα καὶ αὐτὴν τὴν ἀρχὴν τοῦ λόγου κατὰ λέξιν ὡδί πως γεγραμμένην· τὸ μέγεθος τοῦ σφυγμοῦ γενικῶς λέγεται. ἔχει γὰρ μέγεθος καὶ ὁ μικρὸς σφυγμὸς καὶ ὁ μέγας. εἶτα μικρὸν ἐπειλίξας τὸ βιβλίον, αὖθις ἐκ τοῦ περὶ σφοδρότητος ἀνάγνωθι ταύτην τὴν λέξιν· οὐκοῦν γένος μὲν ἡ σφοδρότης, εἴδη δ’ αὐτῆς ὅ τε σφοδρὸς σφυγμὸς καὶ ἀμυδρὸς καὶ ὁ μέσος. εἶτα πάλιν ἐπειλίξας τὸ βιβλίον ὀλίγον τὴν ἀρχὴν ἀνάγνωθι τοῦ περὶ τῆς πληρότητος λόγου, τοιαύτην οὖσαν· τῷ πλήρει σφυγμῷ καὶ τῷ κενῷ ἔστι κοινὸν γένος. τοῦτ’ ἔσθ’ ὅτε πληρότης καλεῖται. καὶ

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]