Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

μάλιστα γὰρ ἂν ἐβουλήθημεν, εἴπερ ἦν δυνατὸν, ὡρισμένῳ μέτρῳ τὸ ποσὸν τῆς διαστολῆς ὀνομάσαι, καθάπερ ἐπὶ πολλῶν ποδιαῖόν τε καὶ πηχυαῖον, ἢ διπηχυαῖον, καὶ τὰ τοιαῦτα καλοῦμεν. ἐπεὶ δὲ οὐδὲν εὕρομεν τοιοῦτον ἐκ τῶν ἐνόντων, ἐγγυτάτω προσίεμεν ὡρισμένων. γιγνώσκοντες γὰρ, οἶμαι, τόν θ’ ἁπλῶς καὶ τὸν καθ’ ἕκαστον ἡμῶν σύμμετρον σφυγμὸν, τοὺς ὑπερβάλλοντας ἢ ἐλλείποντας ὀνομάζειν σαφῶς πειρώμεθα, ποτὲ μὲν οὑτωσὶ λέγοντες, ἢ κᾂν μὴ λέγωμεν πρὸς ἀλλήλους, ἐν ἡμῖν γοῦν αὐτοῖς νοοῦντες, οὗτος ὁ σφυγμὸς βραχὺ τοῦ συμμέτρου μείζων ἐστὶν, αὖθις δὲ πάλιν, οὗτος ὁ σφυγμὸς οὐκ ὀλίγῳ τοῦ συμμέτρου μείζων ἐστί. τὸ δ’ αὐτὸ καὶ οὕτως λέγομεν, ἀξιολόγως τοῦ συμμέτρου μείζων, ἢ ἱκανῶς μείζων· ἢ πάλιν ἁπλῶς, οὑτοσὶ μέγας ἐστὶν ὁ σφυγμός· ἢ καὶ οὕτως, ὁ σφυγμὸς οὗτος ἱκανῶς μέγας ἐστί· ἢ καὶ νὴ Δία οὕτως, πάνυ μέγας ὁ σφυγμὸς οὗτός ἐστι· ἢ μᾶλλον ἔτι προσαύξοντες τὴν νόησιν πάνυ σφόδρα μέγαν εἶναί φαμεν, ἢ καὶ νὴ Δία μέγιστον. ἅπασαι γὰρ αἵδε αἱ λέξεις τὸν τοῦ συμμέτρου μείζονα δηλοῦσαι, τὸ μᾶλλόν τε καὶ 

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]