Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

παντὸς ποιουμένου τὸ στοχαστικὸν τῆς τέχνης εἰς στενὸν ὡς ἔνι μάλιστα συγκλείειν. οὐ μὴν ἔν γε ταῖς ἀρχαῖς τῆς διδασκαλίας τμητέον οὕτως. τοῖς μὲν γὰρ ἀσυνέτοις τῶν μανθανόντων ταραχὴν οὐκ ὀλίγην παρέξει, τοῖς δὲ συνετοῖς εἷς ἐκ τῶν εἰρημένων ἐπινοηθήσεται. διὰ τοῦτο οὐδὲ ἡμεῖς ἐμνημονεύσαμεν αὐτῶν ἐν τῷ πρώτῳ τῶν ὑπομνημάτων, ἀλλ’ οὐδὲ νῦν ἂν εἴποιμεν, εἰ μὴ πᾶν τὸ πλῆθος τῶν κατὰ τὸ ποσὸν ὀνομαζομένων τε καὶ νοουμένων σφυγμῶν ἠβουλήθημεν ἐνδείξασθαι. καὶ γὰρ τῶν κατὰ μίαν διάστασιν νοουμένων τάς θ’ ὑπερβολὰς καὶ τὰς ἐνδείας ἐξ ἀρχῆς τέμνειν δυνατὸν, ὥσπερ ἐπὶ τοῦ μεγάλου συνεδείξαμεν. ὁ γὰρ σύμμετρος μόνος ἐν ἑκάστῳ τῶν γενῶν εἷς ἐστι καὶ ἄτμητος, οἱ δὲ ἄλλοι πλείστας τομὰς δέχεσθαι δύνανται, πρὸς μέν γε τὴν φύσιν αὐτῶν ἀπείρους, κατὰ γὰρ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν παντὶ γένει τῷ δεξαμένῳ τὴν ὑπερβολὴν καὶ ἔλλειψιν ἀπείρους ἀναγκαῖον εἶναι τὰς διαφορὰς, οὐ μὴν πρός γε τὴν αἴσθησιν οὕτως ἔχει, ἀλλὰ παρὰ τὸ βέλτιον ἢ χεῖρον αὐτοὺς ἠσκῆσθαι, τῇ μὲν καὶ τὰς παρὰ μικρὸν ἐνέσται διαφορὰς

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]