De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
πάντη τεταραγμένου καὶ μηδὲν ἀκριβὲς ἔχοντος εἰπεῖν εἶναι
δοκεῖ. σοὶ δ’ εἴπερ μὴ ταῦτα, τὰ δ’ οὖν ἐφεξῆς αὐτῶν οἶδ’
ὅτι λῆρος εἶναι δόξει μακρὸς, ἄν γε μὴ σοφιστής τις ᾖς καὶ
αὐτὸς, ἀλλὰ τῶν τῆς ἰατρικῆς ἔργων ἐραστής. ἡ μὲν οὖν
ῥῆσις αὕτη τοῦ Ἀρχιγένους τόνδε τὸν τρόπον ἔχει· ἔστι δὲ
κατὰ τὴν σφοδρότητα τοιαύταις καὶ ἄλλαις ἐντυγχάνειν διαφοραῖς,
ἐν αἷς ἐκλελυμένη ἐμπίπτει ἡ πληγὴ καὶ ἀβαρὴς, ὃν
ἀμαυρὸν σφυγμὸν ἤδη τινὲς ἐκάλεσαν. ἄλλη δὲ βαρεῖα μὲν
ἔκλυτος ταύτην ἀμυδροῦ σφυγμοῦ διαφορὰν θείη τις ἂν, ἡ δ’
οὐκ ἔκλυτος μὲν, ἀλλ’ οἷον παραπεποδισμένη καὶ εἴσω ῥέπον
τὸ βάρος ἔχουσα, πεπιεσμένη καὶ δεδυκυῖα. διαφορὰ κατὰ
σφοδρότητα εἴη ἂν σφυγμοῦ καὶ κατὰ τὸν σφοδρὸν, ἡ μέν τις
πληγὴ εἴη ἂν ἐξεριστικὴ, ὑγρότερον ἐξωθοῦσα τὴν ἁφὴν, οἷα
ἀπὸ τροφῆς μάλιστα νεαρᾶς ἐγγίνεται. ἡ δὲ δύσθραυστός
ἐστι μᾶλλον, οἷον διηγκωνισμένου τοῦ κινοῦντος. ἡ δ’ ἐν
πείσεσί τισι καὶ ἐπὶ τοῖς ἐν σαρκὶ πλεονασμοῖς φαίνεται.
ταῦτ’, ὦ πρὸς θεῶν, πότερον θαυμαστά τις, ἢ ληρήματα
φήσει; τὸν γοῦν βίον βραχὺν ὡς πρὸς τὸ τῆς τέχνης ὄντα
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]