Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

μὴ παντάπασιν ἀήθεις ἦμεν Ἑλληνικῆς λέξεως, τίς δ’ ἐστὶν ὁ σφυγμὸς ὁ βαρὺς οὗτος, ὃν ἐπεισάγεις ἡμῖν καινὸν, οὐκ ἐξηγούμενος, ἀλλ’ ὑπολαμβάνων, εἰ τοὔνομα μόνον γράψειας, εἰρηκέναι τι πλέον. τοῦτο δὲ οὐ λέγειν, ἀλλὰ λαλεῖν ἐστί. εἰ μὲν οὖν βούλει κατὰ τὸν Κωμικὸν,

Λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν,

ἕτερος ἂν εἴη λόγος· εἰ δ’ οὐ λαλεῖν, ἀλλὰ λέγειν, τί καὶ διδάσκειν ἐθέλεις, δήλωσον ἡμῖν, τίνι τῶν αἰσθήσεων, καὶ πῶς διαγνωσόμεθα τόν βαρὺν τοῦτον σφυγμόν; ἐγὼ μὲν γὰρ οὐδὲ λίθου βάρος, οὐδὲ ξύλου δύναμαι διαγνῶναι, μὴ ταῖς χερσὶν ἀράμενος, ἢ ἀναθέμενος τοῖς ὤμοις, ἢ ἐξαρτησάμενος τοῦ πραχήλου. πότερον οὖν καὶ τὴν ἀρτηρίαν τοῦ νοσοῦντος ἐν ταῖς χερσὶ βαστάζοντας ἡμᾶς, ἢ ἀναθεμένους, δεήσει διαγιγνώσκειν οὕτως τὸ βάρος τῶν σφυγμῶν, ἢ τί κελεύεις ὦ Ἀρχίγενες; πρὸς δὲ ταῦτα τῶν ἀπ’ αὐτοῦ τις, γέρων σεμνὸς, ἐννενηκοντούτης, ὦ τὰν, ὦ τέκνον ἔφη, ἐκλελυμένος καὶ νωχελὴς καὶ βραδὺς καὶ μέλλων σφυγμὸς ἂν εἴη. πάλιν οὖν ἡμεῖς ἔφαμεν, ὦ πάτερ, ἐκλελυμένον τίνα λέγεις; ἆρά γε

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]