De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
ὑπῆρχε καὶ μία ποιότης τοῖς σφυγμοῖς, ἀληθῶς ἂν ἐλέγετο.
νυνὶ δὲ ἐπειδὴ πολλαὶ μὲν αὗται καὶ καθ’ ὑμᾶς εἰσιν, ἅπασαι
δ’ ὑποπίπτουσιν ἀθρόως, οὐκ ἔθ’ οἷόν τε χωρὶς ἐξηγήσεως
οὐδεμίαν αὐτῶν ἐκμαθεῖν. ἰδοὺ γοῦν ἅπτομαι τῆς
ἀρτηρίας, ὡς κελεύεις, ἀλλ’ οὐκ εἰδὼς ὅ τί ποτε τῶν συμβεβηκότων
αὐτῇ πληρότητα καλεῖς, οὐδὲ μᾶλλον ἐπὶ τῇ δείξει
σου συνίημι τοῦ πράγματος ἢ πρόσθεν, ὅτ’ οὐκ ἐδείκνυες.
ἔστω γὰρ, ὁπότ’ ἐπιβάλλω τοὺς δακτύλους τῷ σφυγμῷ, διαίρεσθαι
μὲν ἐπὶ πλεῖστον αὐτὸν εἰς μῆκός τε καὶ κύκλον· εἰ
δὲ καὶ θλίψαιμι καὶ πιέσαιμι, βιαιότερον ἐμπίπτειν τῇ ἁφῇ,
φαίνεσθαι δὲ καὶ σκληρὸν ταχύν. εἶτά με τὴν βίαιον αὐτοῦ
προσβολὴν ὑπονοῆσαι λέγεσθαι πληρότητα, πῶς οὐκ ἄτοπόν
τι συμβαίη κατὰ τὴν δεῖξιν; ὃν γὰρ ἐν τοῖς ἔμπροσθεν ἐμάθομεν
ὀνομάζειν σφοδρὸν σφυγμὸν, τοῦτον νῦν μεταδιδασκόμεθα
πλήρη καλεῖν. ἢ τοίνυν ἕτερόν τι σύμπτωμα τῆς διαστελλομένης
ἀρτηρίας εἰπὲ, καθ’ οὗ κελεύεις με τὸ τοῦ πλήρους
ὄνομα φέρειν, ἢ εἴπερ παρὰ ταῦτα οὐδὲν ἄλλο ἐστὶν,
ὄνομα μὲν ἐπεισάγεις τοῖς σφυγμοῖς, πρᾶγμα δ’ οὐδὲν διδάσκεις.
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]