De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
καὶ ὅστις ἂν αὐτὴν διὰ ταχέως ἑρμηνεῦσαι δυνηθῇ, κάλλιστα
τὸν ἐννοηματικὸν ὅρον ὁ τοιοῦτος ἐργάσεται, μήτε παραλιπὼν
δηλονότι μήτε προστιθεὶς ἐκ περιττοῦ παρ’ ἃ διῆλθον
ἀρτίως. εἰ δέ γέ τι προσθείη, κᾂν ᾖ σμικρὸν, εἰ μὲν
ἄχρηστον εἴη τὸ προστιθέμενον, ἀδολεσχήσει μάτην, εἰ δὲ
χρήσιμον, ἀποχωρήσει κατ’ ἐκεῖνο τῆς ἐννοίας ἐπὶ τὴν οὐσίαν
τοῦ πράγματος· οἷον εἰ φαίη τὴν τῶν ἀρτηριῶν τοιάνδε
κίνησιν εἶναι σφυγμόν. ὁ γὰρ τοιοῦτος ὅρος οὐ τὴν κίνησιν
μόνον, ἀλλὰ καὶ τίνων ἐστὶν ἑρμηνεύει, καίτοι τῶν
ἰδιωτῶν ὅτι μέν ἐστί τις ἐν τῷ σώματι τοιάδε κίνησις ἐναργῶς
αἰσθανομένων, ἀγνοούντων δ’ αὐτὸ τὸ κινούμενον σῶμα.
εἰ δέ τις οὐ μόνον εἶδε τὴν ἀρτηρίαν γυμνώσας τοῦ δέρματος
ἁπλῶς οὑτωσὶ κατὰ τὴν ἔξωθεν αὐτῆς περιγραφὴν, ἀλλὰ
καὶ τοὺς χιτῶνας, ὁπόσοι τέ εἰσι καὶ ὁποῖοι, κατεσκέψατο,
περαιτέρω προὐχώρησεν οὗτος ἢ κατὰ τὴν ἔννοιαν, ἔτι καὶ
μᾶλλον ἐκείνου τοῦ πρόσθεν, ὃς ἔξωθεν αὐτὴν ἑώρα μόνον.
εἰ δὲ δὴ καὶ τὴν δύναμιν εὕροι, καθ’ ἣν αἱ ἀρτηρίαι σφύζουσι,
καὶ πότερον ἐξ ἑαυτῶν ἔχουσι τὴν ἀρχὴν τῆς κινήσεως, ἢ παρὰ
τῆς καρδίας, καὶ εἰ παρὰ ταύτης, ὅπως ἆρά γε πνευματικὴν
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]