De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
γινώσκουσιν. ἔοικε δ’ οὐδεὶς εἰρῆσθαι τοιοῦτος οὐδ’
ὑπὸ τῶν ἐμπειρικῶν, οἷς ἔπρεπε μάλιστα πάντων ὅροις χρῆσθαι
τοιούτοις, οὓς οἱ δεινοὶ περὶ τὰς προσηγορίας οὐδ’
ὅρους ἀξιοῦσιν, ἀλλ’ ὑπογραφάς τε καὶ ὑποτυπώσεις ὀνομάζειν.
ἐγένοντο δ’ ἂν αἱ ὑπογραφαὶ τοιαίδε τινές. κίνησις
ἀπροαίρετος ἔν τισι μορίοις ὑπάρχουσα τῶν ἐναίμων ζώων
ἡσυχίᾳ διακοπτομένη. καὶ μὲν δὴ καὶ εἰ φυσικὴν εἴποι τις
τὴν κίνησιν, ἢ οὐχ ἑκουσίαν, ἢ οὐ καθ’ ὁρμὴν, οὐ διοίσει.
εἰ δὲ καὶ ὅτι κατὰ τὰ σμικρὰ μόρια γίνεται τοῦ δέρματος, ἢ
ὅτι βραχυχρόνιος, ἐν τῷ τῆς ὑπογραφῆς λόγῳ περιλάβοι, τελεώτερον
ἀποδώσει τὴν ἔννοιαν. εἰ οὐδὲ καὶ τὰς τῶν σοφιστῶν
ἐπηρείας φυλάττοιτο, προσθήσει τῷ τῆς κινήσεως
ὀνόματι τὸ αἰσθητή· καίτοι γε αἱ τοιαῦται προσθῆκαι δειλίας
ἀλόγου μᾶλλόν εἰσιν ἢ ἀσφαλείας εὐλόγου σημεῖον. τὸ γὰρ τῆς
κινήσεως ὄνομα πάντες ἄνθρωποι κατὰ τῆς ἐναργῶς φαινομένης
αἰσθήσει λέγειν εἰώθασιν, ἐπεί τοι τὰς λόγῳ θεωρητὰς
ἔστι τις λόγος πιθανὸς ἐπιδεικνὺς ὑπάρχειν ἀεὶ τοῖς σώμασιν
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]