De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
ᾧδέ πως γράψας· σφυγμός ἐστι κατὰ τὴν ἐπιπλήρωσιν τοῦ
ἀπὸ καρδίας πνεύματος ἐκπεμπομένου περὶ τὴν ἀρτηρίαν διάστασις
γιγνομένη. ὅ γε μὴν Ἐρασίστρατος ἔοικεν οὐ τὴν κατὰ
φύσιν ἐν ἀρτηρίαις κίνησιν ὀνομάζειν σφυγμὸν, ἀλλὰ μόνην
τὴν ἐπὶ φλεγμονῇ. δῆλον δὲ ἐκ τῶν ῥήσεων αὐτοῦ τῶν ἐν
τῷ πρώτῳ περὶ πυρετῶν, ἐν αἷς κίνησιν μὲν ἀρτηριῶν ὀνομάζει
τὸν κατὰ φύσιν ὑφ’ ἡμῶν καλούμενον σφυγμὸν, ὃν δ’
αὐτὸς ἐπὶ φλεγμονῇ τὴν μεταβολὴν ἔχειν φησὶ, σφυγμὸν φαίνεται
καλῶν, ὡς οὐ κατὰ πάσης κινήσεως ἀρτηριῶν ἐπιφέρειν
ἡγούμενος χρῆναι τὴν τοῦ σφυγμοῦ προσηγορίαν, ἀλλ’
ἐπ’ ἐκείνης μόνης, ἥ τις ἐξίσταται τοῦ κατὰ φύσιν ὑπὸ τῆς
κατὰ τὴν φλεγμονὴν διαθέσεως. εὔδηλον οὖν ἤδη τὸ πλῆθος
τῶν ἐσομένων λόγων, ἐάν τις ἐπεξέρχηται ταῦτα πάντα καὶ
μνημονεύῃ τῶν τε πρὸς ἀλλήλους εἰρημένων τοῖς Ἐρασιστρατείοις
καὶ τῶν πρὸς τοὺς ἄλλους, ὅσα τε πάλιν ἐκεῖνοι πρὸς
αὐτοὺς ἀντεῖπον. ὁπότ’ οὖν τὰ κεφάλαια μόνον αὐτὰ λέγων
ἐγὼ νῦν ἐπλήρωσα ὅλον βιβλίον, οὐδ’ οὖν οὐδὲ πάντας
ἐπελθὼν τοὺς εἰρημένους ὅρους, ἆρ’ οὐ πρόδηλον, ὡς
τῷ πάντ’ ἐπεξέρχεσθαι βουλομένῳ καὶ τρία καὶ τέτταρα
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]