De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
δὲ τὸ χρήσιμον· ἀλλ’ ὡς ἡ παροιμία φησι, γλυκὺς πόλεμος
ἀπείρῳ, οὕτω μοι δοκοῦσι καὶ οἱ πάνθ’ ὁρίζεσθαι προαιρούμενοι
μηδόλως ἐγνωκέναι τὰς γεγονυίας ζητήσεις τοῖς διαλεκτικοῖς
περὶ τοῦ πῶς ὁρίζεσθαι προσήκει. τὸ μὲν οὖν
ἑρμηνεύειν λόγῳ τὸ δηλούμενον ἐκ τοῦ ῥηθέντος ὀνόματος,
ὅταν γε μὴ πάνυ τι τοῦ προκειμένου πράγματος ἐναργῆ πάντες
ἔχωσι τὴν νόησιν, οὐ μόνον χρήσιμον, ἀλλὰ καὶ ἀναγκαῖόν
ἐστιν· ἀναγκαῖον δὲ κᾀπειδὰν ἤτοι γ’ ἑκών τις αὐτὰ
ὑπὸ πανουργίας, ἢ ἄκων ὑπὸ ἠλιθιότητος ἐναλλάττῃ τὰ
σημαινόμενα πρὸς τῶν ὀνομάτων, ἐπιφέρων αὐτὰ καθ’ ἑτέρων
πραγμάτων ἢ πάντες ἄνθρωποι. μηδετέρου δὲ τούτων
ὄντος, οὐδὲ λόγῳ χρὴ δηλοῦσθαι τὸ πρᾶγμα, τῆς ἰδίας
προσηγορίας αὐτάρκως αὐτὸ σημαινούσης. τὸ δὲ ὁρίζεσθαι
πάντως ἐθέλειν ἅπαν πρᾶγμα σοφιστικῆς διδασκαλίας ἔργον
ἐστί. καὶ ταῦτα ἔξεστι λέγειν ἐμοὶ μάλιστα πεῖραν ἱκανὴν
ἐν αὐτοσχεδίοις προβλήμασι δεδωκότι. περὶ παντὸς γὰρ ἀεὶ
τοῦ προβληθέντος εἰς ὁρισμὸν ἔδειξα δι’ ὅλης ἡμέρας δύνασθαί
τινα λέγειν. οὐκ οὖν ἀπορίᾳ λόγων εἰς ὅρους ἐπιτηδείων
ἐγκαλῶ τοῖς εὐποροῦσιν, ἀλλ’ ἐπιδείξας ἐμαυτὸν ἁπάντων
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]