De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
εὐπορώτατον εἰς τὴν τοιαύτην ἀδολεσχίαν, φιλάνθρωπον
ἡγησάμην εἶναι, τῶν μανθανόντων ἕνεκα τῆς ὠφελείας τὰς
τέχνας, ἐπιδεῖξαι τὴν ἀλήθειαν, οὐχ ὥσπερ οἱ πολλοὶ
τῶν ὁτιοῦν ἐπισταμένων ἐπιχειροῦσιν αὐτὸ σεμνύνειν, ἀλλ’
ἐκεῖνοι καὶ σφᾶς αὐτοὺς ἡγούμενοι φανεῖσθαι σεμνοτέρους,
ἀλλ’ ἀεὶ τῶν ἐγνωσμένων ἐμαυτῷ, διακρίνειν ἀπὸ τῶν
ἀχρήστων τὰ χρήσιμα. πλὴν γὰρ ὀλίγων ἅπαντες οἱ διδάσκοντες
τὰς τέχνας ἐν τοῖς ἀχρήστοις πλεονάζουσιν, ὧν
ἓν καὶ τοῦτ’ ἔστιν, ὃ νῦν ἐν ἅπαντι τῷ διηνυσμένῳ λόγῳ
προεχειρισάμην, ἐπινειμαμένου τοῦ τῆς φιλοριστίας νοσήματος
οὐ μόνον τοὺς ἰατροὺς καὶ φιλοσόφους, ἀλλὰ καὶ
ῥήτορας καὶ μουσικοὺς καὶ γραμματικούς. ἅπασιν οὖν, ἐὰν
σωφρονῶσιν, ἐφ’ ἑνὸς παραδείγματος τοῦ κατὰ τὸν σφυγμὸν
ὠφέλιμον ἡγοῦμαι πεποιῆσθαι βοήθειαν. ἐὰν δ’ αὖθίς
ποτε δόξῃ κατὰ πολλὴν σχολὴν ἅπαντα τὰ περὶ τῶν ὅρων
ἀμφισβητούμενα διελθεῖν τε καὶ κρῖναι, καὶ τοῦτ’ ἀόκνως
πράξω. τινὲς μὲν γὰρ αὐτοὺς ἀχρήστους εἶναί φασι, τινὲς
δὲ χρησίμους μὲν εἶναι λέγουσιν, ὅπως δ’ ὁρίζεσθαι χρὴ
διαφέρονται. καὶ νῦν δὴ ἤδη δύο βιβλία περὶ αὐτῶν ἐστί
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]