De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
δηλοῦν πέφυκεν ὁ σφυγμὸς ὁ τοιοῦτος, ὃν ἐκάλεσαν, εἰ τύχοι,
σφοδρόν. οὐ γὰρ δὴ τοῦ καλέσαι γε χάριν, οὐδὲ τοῦ
θέσθαι τοὔνομα κυρίως, τὴν περὶ τοὺς σφυγμοὺς τέχνην αὐτοὶ
μετεχειρισάμεθα, ἢ ἑτέρους διδάσκειν ἐπιχειροῦμεν, ἀλλ’
ὅπως ἡμῖν γνωρίζοιτό τε τὰ παρόντα καὶ προγιγνώσκοιτο τὰ
μέλλοντα συμβήσεσθαι τοῖς ἀῤῥωστοῦσι. ταῦτα δὲ ἐκ τῶν
πραγμάτων, οὐκ ἐκ τῶν ἐπ’ αὐτοῖς ὀνομάτων εὑρίσκεται.
καθόλου γὰρ πρὸς μὲν τὴν τῶν πραγμάτων ἐπιστήμην οὐδὲν
ἡμᾶς ὠφελεῖ τὰ ὀνόματα, πρὸς δὲ τὴν διδασκαλίαν μόνον,
ἣν καὶ κατὰ τὴν συνθήκην περαίνεσθαι δυνατόν. εἴτε γὰρ
μηδόλως τις ὀνόματα θέμενος τοῖς πράγμασιν, γνωρίζειν τε
αὐτὰ ἱκανὸς εἴη καὶ ὅ τι δηλοῦν πέφυκεν ἀκριβῶς ἐπίσταιτο,
τῶν ὀνομαζόντων οὐδὲν ἂν ἧττον φαίνοιτο τούτου γ’ ἕνεκα·
εἴ τε διδάσκειν ἐπιχειρήσας ὀνόματα τίθεται τὰ δόξαντα
αὐτῷ, καὶ οὕτως οὐδὲν ἂν ἔχοι μεῖον. ἐμοὶ μὲν οὖν οὐδ’
εἰ Δίωνα, ἢ Θέωνά τις καλεῖν σφοδρὸν σφυγμὸν ἐθέλοι,
μὴ σφάλλοιτο δ’ ἐν τῷ διδάσκειν τίνες αἰτίαι γεννῶσιν αὐτὸν,
καὶ τίνος διαθέσεώς ἐστι γνώρισμα, καὶ ἐς ὅ τι
τελευτήσει, οὐδὲν οὐδὲ οὗτος δοκεῖ σφαλήσεσθαι. τῷ μὲν
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]