De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
τὸ πρότερον τῆς κινήσεως ἀρξάμενον μόριον, δύναται δὲ καὶ
ὕστερον. εἰ μὲν γὰρ ἐν ἴσῳ παύσαιτο τὸ πρότερον, ὅσῳ
πρότερον ἤρξατο, κατ’ ἄμφω τὰ γένη, γένοιτ’ ἂν οὕτως
ὁμαλὸς σφυγμός. εἰ δὲ πολλῷ παύσαιτο πρότερον, ἤπερ
ἤρξατο, τὴν ἀνωμαλίαν οὕτω γεννήσει τῶν δύο γενῶν.
παυσάμενον δ’ ὕστερον τὸ πρότερον ἀρξάμενον πάντως
ἐργάσεται τῶν δύο γενῶν τὴν ἀνωμαλίαν, ἄν τε πολλῷ τύχῃ
παυσάμενον ὕστερον ἄν τε ὀλίγῳ. εἰ δὲ μήτε τῆς προτέρας
διαστολῆς ἡ ἀρχὴ πᾶσιν ἅμα τοῖς μορίοις γένοιτο μήτε τῆς
δευτέρας, ἐνδέχεται ποτὲ μὲν τὸν ῥυθμὸν ὁμαλὸν γίνεσθαι,
ἐνδέχεται δὲ καὶ τὸ τῆς πυκνότητος καὶ ἀραιότητος γένος, εἰ
μὲν οὕτω μερισθεῖεν οἱ τῶν κινήσεων χρόνοι πρὸς τοὺς τῶν
ἡσυχιῶν. ὥστε τὸν αὐτὸν ἐν ἅπασιν εἶναι λόγον, ὁμαλοῦ
τοῦ ῥυθμοῦ γιγνομένου. εἰ δ’ οἱ τῶν ἡσυχιῶν χρόνοι μόνοι
ἴσοι γενηθεῖεν, ὁμαλότης ἐν θατέρῳ γένει. ταῦτα μὲν οὖν
σπάνια, τὰ δὲ τῶν ἀνωμαλιῶν ἱκανῶς πολλά. καὶ γὰρ ἅμα
πάντα δύναται τῆς κινήσεως παύσασθαι τὰ μόρια καὶ οὐχ ἅμα,
κᾀν τῷ μὴ ἅμα παύσασθαι τὰ μὲν πρότερον, τὰ δ’ ὕστερον,
καὶ ἤτοι πολλῷ πρότερον, ἢ πολλῷ ὕστερον. οἷαι δὲ καὶ
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]