De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
φῇ νοεῖν μήτ’ ἐπιφάνειαν, ὅτι χωρὶς στερεοῦ σώματος ἀδύνατον
ὑπάρχειν αὐταῖς; τί δὲ τὰ κατὰ τὸν βίον σύμπαντα,
τὰ χωρὶς ἀλλήλων εἶναι μὴ δυνάμενα, πῶς οὐκ ἄν τις ἄτοπος
εἴη μηδὲ νοεῖσθαι κατὰ μόνας συγχωρῶν; ἀλλὰ τὴν μὲν
τοιαύτην ἀγροικίαν οὐκ ἄν ποθ’ ὑπέμεινεν ὁ Ἀρχιγένης.
φαίνεται γοῦν αὐτὸς τοὐναντίον ἀεὶ δρῶν, ἀναλύων ἕκαστον
εἰς τὰ πρῶτά τε καὶ ἁπλᾶ. σφάλλεται δὲ τοῦ σκοποῦ, καὶ
διαμαρτάνει πολλάκις ἄκων, ὑπ’ ἀγυμνασίας, ἐμοὶ δοκεῖ.
ἔνεστι γοῦν ἐπ’ αὐτοῦ τοῦ νῦν προκειμένου σαφῶς ὃ λέγω
τεκμήρασθαι. συντρεχουσῶν γὰρ, φησὶ, πολλάκις καὶ δυοῖν
διαστάσεων, ὥσθ’ ἅμα βραχὺν καὶ ταπεινὸν εἶναι· ἡμεῖς
δὲ τούτους κατὰ σύνδυο νοουμένους, τοῖς μὲν κατὰ μίαν,
ὅτι τε τοὺς κατὰ τὰς τρεῖς διαστάσεις νοουμένας ἑπτὰ καὶ
εἴκοσιν ὄντας οὐκ ἦν διδάξαι πρὸ τοῦ μίαν ἑκάστην τῶν διαστάσεων
ἰδίᾳ νοεῖν ἐθίσαι, ποτὲ μὲν αὐξανομένην, ποτὲ δὲ
μειουμένην, ποτὲ δὲ σύμμετρόν τε κᾀν τῷ κατὰ φύσιν διαμένουσαν,
καὶ προσέτι διὰ τὸ πολλὰ δύνασθαι διαγινώσκειν
ἡμᾶς ἀπὸ μιᾶς διαστάσεως. ὡς γὰρ ὁ μέγας σφυγμὸς
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]