De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
Λοιπὸν δ’ ἂν εἴη περὶ τοῦ τῆς διαφορᾶς ὀνόματος εἰπεῖν. πρῶτον μὲν ὅτι μὴ καινοτομοῦμεν ἡμεῖς περὶ τοὔνομα, δείξομεν· ἔπειτα δὲ καὶ οἷόν τι δηλοῖ παρὰ τοῖς Ἕλλησιν ἐξηγησόμεθα. τοῦ μὲν δὴ μὴ καινοτομεῖν πρῶτος Ἀρχιγένης μάρτυς, ὡδί πως γράφων κατὰ τὴν ἀρχὴν τοῦ περὶ τάξεώς τε καὶ ἀταξίας ὁμαλότητός τε καὶ ἀνωμαλίας γένους· Ἡρόφιλος κατὰ γένος τὰς ἄλλας διαφορὰς τῶν σφυγμῶν ἐκθέμενος οὕτως· μέγεθος, τάχος, σφοδρότης, ῥυθμὸς, ἀσυζύγως κατ’ εἶδος τάξεως ἐμνήσθη καὶ ἀταξίας ὁμαλότητός τε καὶ ἀνωμαλίας. ἐν ταύτῃ τῇ λέξει σαφῶς ὁ Ἀρχιγένης οὐ μόνον ὅτι διαφοραὶ περὶ τοὺς σφυγμούς εἰσιν, ἀλλὰ καὶ ὡς αἱ μέν τινες αὐτῶν κατὰ γένος, αἱ δὲ κατ’ εἶδος ἐμνημόνευσεν. οὐ μόνον δὲ κατὰ τὴν ἀρχὴν τοῦτο ἐποίησεν, ἐπελάθετο δὲ ἐν τῷ μετὰ ταῦτα λόγῳ παντί. μυριάκις γὰρ μνημονεύει τοῦ τε τῆς διαφορᾶς ὀνόματος τοῦ τε τῶν γενῶν καὶ εἰδῶν, ὀρθότατα φρονῶν καὶ γινώσκων ὅτι τῶν διαφορῶν αἱ μέν τινές εἰσι γενικαὶ, αἱ δὲ εἰδικαὶ, καὶ αὐτῶν γε τούτων αἱ μὲν γενικώτεραι, αἱ δὲ εἰδικώτεραι.
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]