Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

γράφει δ’ εὐθέως μετὰ τὴν ἀρχὴν τοῦ λόγου τόνδε τὸν τρόπον· εἰσὶ δ’ αὐτῆς πλείους διαφοραὶ, τῆς καθ’ ἕνα δηλονότι σφυγμὸν ἀνωμαλίας. εἶθ’ ἑξῆς· τὰ πολλὰ δὲ ταύταις ταῖς διαφοραῖς καὶ ταῖς κατὰ μέγεθος συντρέχουσιν ἀνωμαλίαις. καὶ πάλιν ἐφεξῆς· ἄλλη δ’ ἐστὶ διαφορὰ κατὰ μέγεθος ἀνωμάλου ἑνὸς σφυγμοῦ. ταῦτα μὲν καὶ ἐκ τούτου τοῦ λόγου λαβεῖν ἐστι. προσπαραγράψωμεν δ’ αὐτοῖς ἔτ’ ὀλίγα τῶν εὐθὺς κατ’ ἀρχὰς εἰρημένων τοῦ βιβλίου. μία μὲν οὖν ῥῆσις ἐν τῷ περὶ σφοδρότητος σφυγμοῦ λόγῳ τοιαύτη τις· ἔστι δὲ κατὰ τὴν σφοδρότητα τοιαύταις καὶ ἄλλαις ἐντυγχάνειν διαφοραῖς. ἑτέραν δὲ ταύτην ἀμυδροῦ σφυγμοῦ διαφορὰν θείη τις ἄν. καὶ ἑξῆς ἄλλην. εἰ δ’ οὐκ ἔκλυτος μὲν, ἀλλ’ οἷον παραπεποδισμένη καὶ εἴσω ῥέπον τὸ βάρος ἔχουσα, πεποδισμένη καὶ δεδυκυῖα διαφορὰ, κατὰ σφοδρότητα ἂν εἴη σφυγμοῦ. ἑξῆς δ’ ἐν τῷ περὶ πληρότητος λόγῳ ποτὲ μὲν οὕτως γράφει, τοσούτων διαφορῶν, ποτὲ δ’ οὕτως· ἡ διαφορὰ μόνον πρὸς τὸν διανενεγμένον ψιλῶς θεωρείσθω. πάλιν δ’ ἐν τῷ περὶ πυκνότητος καὶ τάχους ὡδί πως γράφει· ὀλίγοι

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]