Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

δέ τινες ἐμφαίνουσι σαινόμενοι διαφοράς. καὶ κατὰ τὴν τελευτὴν τοῦ παντὸς λόγου· ταχύτητος μὲν δὴ καὶ πυκνότητος διαφοραὶ αὗται. πάλιν δ’ ἐν τῷ, τίς ὁ δι’ ἴσου καὶ οὐ δι’ ἴσου σφυγμός· οὐκ ἔστι δὲ ἰδία τις διαφορὰ σφυγμοῦ αὕτη, ἀλλ’ ἐν εἴδει κεῖται ἢ ῥυθμοῦ ἢ τάξεως. ἅλις ἤδη γε διαφορᾶς, μή πως λάθωμεν εἰς ἐκφορὰν ἐκπεσόντες. εἰ γάρ τις βούλεται τὸ περὶ σφυγμῶν βιβλίον ὅλον ἀναγινώσκειν τοῦ Ἀρχιγένους, ἄλλο βιβλίον ἐξ αὐτοῦ πληρῶσαι δυνήσεται τοῦ τῆς διαφορᾶς ὀνόματος· νῦν μὲν γὰρ ἡμεῖς οὐδ’ ἐκ τοῦ πέμπτου μέρους ἐξελέξαμεν ταῦτα. καὶ πολλὰς παρεγράψαμεν ῥήσεις, οὐχ οὕτως ὑπὲρ τοῦ τῆς διαφορᾶς ὀνόματος σπουδάσαντες, ἀλλ’ ἵν’ ἐπιδείξωμεν τὸ σημαινόμενον πολυειδὲς ὄν. καὶ γὰρ τὰ γένη πολλάκις διαφορὰς κέκληκε, τά τε πρῶτα καὶ τὰ δεύτερα, καὶ τὰ εἴδη τῶν γενῶν οὐδὲν ἧττον. καὶ ὅσα δὲ μήτε γένη μήτ’ εἴδη τέταχεν ὄντα, διαφοραὶ δ’ αὐτὸ τοῦτο μόνον καὶ ταύτας διαφορὰς κέκληκεν, ἐν ᾧ καὶ ἡ παρακοὴ τῶν ψευδοδιαλεκτικῶν ἐστι. τοῦ γὰρ τῆς διαφορᾶς ὀνόματος παρά τε τοῖς ἄλλοις Ἕλλησιν ἅπασι καὶ παρὰ τοῖς

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]