Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

παλαιοῖς φιλοσόφοις κατὰ τῶν τριῶν τούτων ὧν εἴπομεν ἄρτι λεγομένου, κατὰ μὲν τῶν γενῶν καὶ τῶν εἰδῶν κοινότερον, κατὰ δὲ τῶν μὲν ἐν ταῖς διαιρέσεσιν εὑρισκομένων, ὄντων δὲ μήτ’ εἰδῶν μήτε γενῶν ἰδικώτερον, τοῦτο μόνον τὸ σημαινόμενον ἐμνημόνευσαν, τοῦ κοινοῦ παντάπασιν ἐπιλαθόμενοι, ἀλλ’ ὑπὸ τῆς Ἀδραστείας νεμεσώμενοι ταῖς σφετέραις ἑαυτῶν οὐκ ἐμμένουσι νομοθεσίαις. διὰ τοῦτ’ ἐγὼ νῦν οὐ παρὰ τῶν ἄλλων Ἑλλήνων τὰ σημαινόμενα τῶν ὀνομάτων ἀναμιμνήσκω, ῥᾷστον ὄν μοι παρὰ πάντων λαβεῖν, ἀλλὰ παρ’ αὐτῶν τούτων τῶν ψευδοδιαλεκτικῶν. τοὺς γὰρ ἐπαγγελλομένους μὲν ἐξηγεῖσθαι τὰς ἐννοίας τῶν ὀνομάτων καὶ ταύτην ἀρχὴν τῆς διαλεκτικῆς θεωρίας τιθεμένους, οὐκ ἐξηγουμένους δὲ, ἀλλὰ νομοθετοῦντας μόνον, οὕτως ὀνομάζειν εἴωθα. καὶ γὰρ Ἀρχιγένης οἶδ’ ὅτι θᾶττον ἂν ὁτιοῦν παθεῖν εἵλετο, πρὶν ὁμολογῆσαι τὸ τῆς διαφορᾶς ὄνομα καὶ κατὰ τῶν εἰδῶν λέγεσθαι. τά τε γὰρ ἄλλα καὶ ἡ αἵρεσις αὐτῶν θᾶττον πόλιν ἢ δόγμα φησὶ χρῆναι προδιδόναι, ἀλλ’ ἐὰν σιωπήσῃς νομοθετούντων καὶ μηδόλως ἀντείπῃς, εἶτ’ ἐπιτρέψῃς περί τινος διαλέγεσθαι, παραχρῆμα 

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]