De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
τὴν σφοδρότητα. εἰ γὰρ δὴ τοῦτό ἐστιν, ὦ Ἀρχίγενες, ἡ
σφοδρότης, ἀπόκριναι τὴν αἰτίαν ἡμῖν αὐτῆς. ἀλλ’ οὐχ
ἕξεις. ἢ πάλιν ταὐτὸν ἀναγκασθήσῃ λέγειν τὸν τόνον. καὶ
ἔσται σοι ὁ τόνος τῆς τῶν ἀρτηριῶν κινήσεως ἅμα μὲν αἰτία
τῆς σφοδρότηρος, ἅμα δὲ ἡ σφοδρότης αὐτή. πολλῷ τοίνυν
ἄμεινον οἱ πρὸ Ἀρχιγένους περὶ σφυγμῶν γράψαντες, οἱ μὲν
τὸ ἀντιβατικὸν, οἱ δὲ τὸ βίαιον, οἱ δὲ τὸ ἰσχυρὸν, οἱ δὲ τὸ
ἀνατρεπτικὸν τῆς προσβολῆς τῶν ἀρτηριῶν ἐκάλεσαν σφοδρότητα.
καὶ τοῦτο καὶ αὐτὸς ὁ Ἀρχιγένης ἐπίσταται. τί
γοῦν φησι; δοκεῖ δέ τισι ἐν τῇ τῆς ἁφῆς πληγῇ κεῖσθαι, καθ’
ὃ καὶ πληγὴν ἀπ’ ἀρτηρίας φασὶν αὐτήν τινες. εἶτ’ οὐκ
οἶδ’ ὅπως οἴεται διαβάλλειν αὐτῶν τὴν δόξαν, ὡδί πως
γράφων· φαίνεται δὲ καθ’ ὅλην τὴν διαστολὴν τὸ στεγανὸν
τῆς ὁρμῆς, καθ’ ὃ καὶ εἰ προσπιέσαιμεν τοὺς δακτύλους, στερεωτέρα
ὑποπίπτει ἡ πληγὴ, οὐ κατὰ τὸ πέρας τῆς διαστολῆς,
ἀλλὰ κατωτέρω τότε γινομένη. ἡ μὲν λέξις αὕτη. πάρεστι
δὲ ἐπισκοπεῖσθαι, ὡς οὐδὲν ἡ ἀντιλογία περαίνει. τί γὰρ
πρὸς ἔπος, εἰ καὶ πρὸ τοῦ πέρατος τῆς διαστολῆς ἡ τῆς
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]