Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

οὗτοι μὲν δὴ δύο σφυγμοὶ, βαρύς τε καὶ ἀβαρὴς, Ἀρχιγένεια δῶρα, μέχρι τοῦ λαληθῆναι προελθόντες, οὐδεμίαν ἔχουσι διάγνωσιν· οἱ δ’ ἐφεξῆς αὐτῶν ἔτ’ ἀλλοκοτώτερον σύγκεινται. τίς γάρ ἐστιν ἡ ἔσω ῥέπον τὸ βάρος ἔχουσα διαφορὰ σφυγμῶν, ἐγὼ μὲν οὐκ οἶδα. καὶ διὰ τοῦτο πάλιν ἠναγκάσθην ἐρωτᾷν τοὺς ἀπ’ αὐτοῦ, τί ποτε εἴη τὸ αἴνιγμα. τῶν δ’ αἰνιγματωδέστερόν τε καὶ ἀλλοκοτώτερον ἔτ’ αὐτοῦ τοῦ συγγράψαντος ἀποκριναμένων, ἔγνων βεβαίως, ὡς εἰσὶν ἄρα τινὲς ἄνθρωποι θαυμάζοντες ἃ μὴ νοοῦσι. καί μοι δοκεῖ τοῦτ’ αὐτὸ κατανοήσας ὁ Ἀρχιγένης ἑκὼν εἶναι πολλαχόθι γράφων ἀσαφῶς. ἐγὼ μὲν οὖν οὐδὲ χωρὶς τοῦ γελᾷν δύναμαι μνημονεῦσαί ποτε τοῦ ῥέποντος ἔσω βάρους. δῆλον γὰρ ὡς ἕτερόν τι βάρος ἔξω ῥέπον ἐστί. καὶ τοῦτο μὲν, ὡς οἶμαι, τῷ δέρματι τοῦ ἀνθρώπου βαρὺ, τὸ δ’ ἕτερον τοῖς ὀστοῖς ἐστι· πῶς γὰρ ἂν ἄλλως τὸ μὲν ἔξω, τὸ δ’ εἴσω ῥέπειν λέγοιτο; τὸ δὲ παραπεποδισμένην καὶ πεπιεσμένην καὶ δεδυκυῖαν ὀνομάζειν τινὰ διαφορὰν σφυγμοῦ, ἆρ’ οὐ καὶ αὐτὰ τῶν ἐξηγησομένων δεῖται; τίς γάρ ἐστιν ἡ παραπεποδισμένη; 

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]