De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
πρόγνωσιν ἐσφάλησαν. ἓν γὰρ κυρίως σημαίνοντος ἑκατέρου
τῶν ὀνομάτων, οὐκ οἶδ’ ὅπως ἐκ μεταφορῶν οὗτοι μεταφορὰς
ποιοῦσι. τίς γοῦν οὐκ οἶδεν ὡς τὸν μὲν σίδηρον καὶ
τὸν λίθον καὶ τὸ ξύλον σκληρὰ σώματα εἶναί φαμεν,
ἔλαιον δὲ καὶ μέλι καὶ γάλα καὶ ὕδωρ μαλακά; κριτήριον
γὰρ, οἶμαι, πάντες ἄνθρωποι σκληροῦ καὶ μαλακοῦ σώματος
ἔχομεν τὴν ἁφήν. ταύτην οὖν ἐπιβάλλοντες τοῖς ἐντὸς
ὑποκειμένοις, ὅσα μὲν ἂν αὐτὴν εὑρίσκωμεν ὑποδεχόμενα καὶ
οἷον ἐγκαταβαινούσῃ πως ὑπείκοντα, μαλακὰ προσαγορεύομεν·
ὅσα δ’ ἔμπαλιν αὐτὰ τὸ ἡμέτερον δέρμα βιάζηταί τε καὶ
ὠθῇ, τὸ δ’ ὑπεῖκον εἰς ἑαυτὸ δέχηται τὰ βιαζόμενα, σκληρὰ
ταῦτα προσαγορεύομεν. εἰ μὲν γὰρ ἁπλῶς εἴκοι τε καὶ ἀνατρέποιτο
πρὸς τοῦ βιαζομένου, τὸ μὲν ἀνατρεπόμενον ἀσθενέστερον
ἅπαντες ὀνομάζουσι, τὸ δ’ ἀνατρέπον ἰσχυρότερον·
οὕτω γὰρ καὶ ἄνεμος ἰσχυρὸς οὐχ ἡμᾶς μόνον ἀνατρέπειν
τε καὶ καταβάλλειν πέφυκεν, ἀλλὰ καὶ δένδρα μέγιστα
καὶ πλοῖα. καὶ ἡμεῖς δ’ αὐτοὶ καὶ χαλκὸν καὶ σίδηρον καὶ
λίθους καὶ ξύλα, καὶ εἴ τι τούτων ἔτι ᾖ σκληρότερον ἀνατρέπομεν,
ἐπειδὰν τοῖς ὄγκοις ᾖ μέτρια. καὶ ταύτῃ διήνεγκε τὸ
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]