De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
ἰσχυρὸν τοῦ σκληροῦ· τὸ μὲν γὰρ, ὡς εἴρηται νῦν ἤδη, τῆς
ἀρχαίας ἕδρας ἐξίστησί τε καὶ ἀνατρέπει τὸ πλησιάζον, τὸ δὲ
σκληρὸν μὲν, οὐ μὴν καὶ ἰσχυρὸν, οὐκ ἐξίστησι μὲν, ἐγκαταβαίνει
δὲ τῷ μαλακωτέρῳ, κοιλαῖνόν τε καὶ βοθροῦν καὶ πιλοῦν
αὐτό. ταῦτά τοι καὶ ὁ Πλάτων ἔλεγε, σκληρὰ μὲν οἷς ἂν
ἡμῶν ἡ σὰρξ ὑπείκοι, μαλακὰ δὲ ὅσα ἂν τῇ σαρκί. πολὺ δ’
ἀκριβέστερον ὁ Ἀριστοτέλης, οὐ τὸ ὑποκείμενον ὀνομάζων
μαλακὸν, ἀλλὰ προστιθεὶς αὐτῷ ποτὲ μὲν τὸ εἰς ἑαυτὸ,
ποτὲ δὲ τὸ μὴ μεθιστάμενον. ἄν τε γὰρ οὕτως εἴπωμεν,
μαλακόν ἐστι τὸ ὑπεῖκον εἰς ἑαυτό· ἄν θ’ οὕτω, μαλακόν ἐστι
τὸ ὑπεῖκον ἄνευ τοῦ μεθίστασθαι, καλῶς ὁριούμεθα. καὶ
μέντοι καὶ εἰ τὸ συναμφότερον ἅμα προσθέντες, ὡς ἐν τῷ
δευτέρῳ περὶ γενέσεώς τε καὶ φθορᾶς ὁ Ἀριστοτέλης ἐποίησε,
μαλακὸν εἶναι φαίημεν τὸ ὑπεῖκον εἰς ἑαυτὸ καὶ μὴ μεθιστάμενον,
ἔτι σαφέστερον ὁριούμεθα, διὰ δυοῖν οἰκείων συμπτωμάτων
ἐνδειξάμενοι τὸ μαλακόν. εἰς ἑαυτό τε γὰρ ὑπείκει
καὶ οὐ μεθίσταται. ἑκάτερον δ’ ἐστὶν αὐτῷ μόνῳ συμβεβηκός·
ὡς τό γε ὑπείκειν κοινὸν ὑπάρχει σύμπτωμα μαλακοῦ
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]