De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
φαίνεται γὰρ ὁ ἀνὴρ οὗτος ἅπασαν ἀρτηριῶν κίνησιν, ἣν
ὁρῶμεν ἐξ ἀρχῆς ἡμῖν ἕως τέλους ὑπάρχουσαν, ὀνομάζων σφυγμὸν,
ἐξ οὗ καὶ τὰς διαγνώσεις τῶν παρόντων καὶ τὰς προγνώσεις
τῶν ἐσομένων ποιούμεθα, μηδὲν τοῦ κατὰ τὴν καρδίαν,
ἢ τὸν ἐγκέφαλον, ἢ τὰς μήνιγγας δεόμενοι σφυγμοῦ.
κυριωτάτη μὲν οὖν ἔννοια τοῦ σφυγμοῦ πᾶσι τοῖς νῦν ἰατροῖς
ἐστιν ἡ εἰρημένη· καὶ γὰρ δέονται ταύτης, ὡς εἶπον ἄρτι.
τὸ δ’ ἐπὶ τῇδε πᾶν ἤδη σοφιστικόν. ὅθεν οὐδὲ ὁρίζεσθαι
προσήκει τὰ τοιαῦτα τῶν πραγμάτων, οὐδ’ αὑτὸν ἐμβάλλειν
εἰς λόγους καὶ παρ’ αὐτοῖς τοῖς διαλεκτικοῖς διαπεφωνημένους
ἕξεώς τε μεγάλης δεομένους, ἵν’ ἀκριβῶς τις αὐτοὺς κατορθώσῃ,
πρὸς τῷ μηδ’ ἀναγκαῖον εἶναι δι’ ὅρων οὐσιωδῶν
ποιεῖσθαι τὰς διδασκαλίας. οἱ δ’ ἐννοηματικοὶ καλούμενοι
τῶν ὅρων τοῖς μὲν ἤδη γινώσκουσι τὸ πρᾶγμα περιττοὶ, τοῖς
δ’ ἀγνοοῦσιν οὐκ ἀναγκαῖοι, δυναμένης γε δὴ τῆς διδασκαλίας
διὰ μακροτέρου λόγου γενέσθαι σαφέστερον. εἰ μὲν γάρ τις
δύναται διὰ βραχέος θ’ ἅμα καὶ σαφοῦς λόγου περιλαβεῖν
ἀκριβῶς τὴν ἔννοιαν τοῦ δηλουμένου πράγματος ὑπὸ τῆς
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]