De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
ἀνίσοις ἐκείνη συντελῆται χρόνοις. κατὰ γὰρ τὴν κοινὴν καὶ
γενικὴν ἔννοιαν τῶν σφυγμῶν μὴ περιέχεσθαι μήτε τοῦτο
μήθ’ ὅλως ἄλλο τι τῶν κατὰ τὴν διαίρεσιν τοῦ προκειμένου
πράγματος εἰς τὸν ὁρισμόν. ὁ γοῦν εἰπὼν τὸν ἄνθρωπον
εἶναι ζῶον, εἶτα προσθεὶς αὐτῷ διαφορὰν τὸ πεζὸν, εἶθ’
ἑξῆς τὸ δίπουν, οὐκέτι δεῖται τὰς ἐν αὐτοῖς τοῖς ἀνθρώποις
προσθεῖναι διαφορὰς, ὡς γενέσθαι τὸν ὅρον τοιοῦτον· ἄνθρωπός
ἐστι ζῶον πεζὸν δίπουν, καθ’ ὃ τεχνῖται καὶ ἄτεχνοι
καὶ σοφοὶ καὶ ἀμαθεῖς γίνονται. μόνων μὲν γὰρ ἀνθρώπων
ὄντως εἰσὶν αἱ τοιαῦται διαφοραὶ, περιτταὶ δὲ ὡς πρὸς τὸν
οἰκεῖον ὁρισμόν. ἀρκεῖ γὰρ ἤτοι ζῶον πεζὸν δίπουν εἰπεῖν,
ἢ ζῶον λογικὸν θνητόν. οὐ γὰρ τὸ προκείμενον εἰς τὸν ὁρισμὸν
πρᾶγμα τέμνεσθαι χρὴ, καθάπερ ἔφην, ἀλλὰ τὸ γένος
αὐτοῦ, καὶ μέχρι τοσούτου τέμνεσθαι, μέχρις ἂν ἐπὶ τὸ προκείμενον
ἀφικώμεθα πρᾶγμα. συμπληρωθείσης δ’ ἀκριβῶς αὐτοῦ
τῆς ἐννοίας καὶ τοῦ λόγου τὴν οὐσίαν αὐτάρκως δηλοῦντος,
ἄχρηστος ἡ μετὰ ταῦτα προσθήκη πᾶσα, καὶ μάλισθ’ ἡ
κατὰ τὴν διαίρεσιν αὐτοῦ τοῦ μέλλοντος ὁρίζεσθαι πράγματος
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]