De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
γιγνομένη. τὸ γὰρ κοινὸν ἁπάντων σφυγμῶν προσήκει δηλοῦσθαι
κατὰ τὸν ὅρον, ὅπερ ἐστὶ καθ’ ὃ σφυγμοὶ νοοῦνταί τε καὶ
λέγονται, οὐ καθ’ ὃ τοιοίδε τινὲς σφυγμοί. ὡς ἐάν γέ τινος
ἐφάψηται διαφορᾶς ὁ κατὰ τὸν ὅρον λόγος, ὑποκάτω τοῦ προκειμένου
πράγματος οὔσης, ἀφορμὴν παρέξει τοῖς ἐγκαλεῖν βουλομένοις
ὡς κακῶς τῶν ἄλλων παραλελειμμένων. ὡς γὰρ ὁ
Ζήνων προσέθηκεν, ἐάν τε ἐν τοῖς ἴσοις ἐάν τ’ ἐν τοῖς ἀνίσοις
χρόνοις συντελῆται, τὴν κατὰ χρόνον ἔν γε τοῖς σφυγμοῖς διαφορὰν
ἐνδεικνύμενος, οὕτως ἄλλος προσθήσει τὴν κατὰ μέγεθος,
εἶτ’ ἄλλος τὴν κατὰ σφοδρότητα, καὶ ἄλλος μέν γε τὴν
κατὰ πυκνότητα, τὴν κατ’ ἀριθμὸν δ’ ἄλλος, ἁπάσας δὲ τὰς
ὑπολοίπους διαφορὰς ἄλλος τις καὶ ἄλλος. ταῦτα μὲν οὖν
εἰκότως ἐμέμψαντο τῷ τοῦ Ζήνωνος ὅρῳ, πλεονασθέντι περιττῶς.
εἶχον δ’ ἐγκαλεῖν, εἴπερ ἐβούλοντο, καὶ τὰ παρὰ
τοῖς διαλεκτικοῖς εἰρημένα περὶ τῶν πλεοναζόντων ὅρων κατὰ
τὴν λέξιν. ἐπιδεικνύουσι γὰρ οἱ ἄνδρες ἐκεῖνοι τὴν τῆς λέξεως
αὔξησιν, μείωσιν ἐργαζομένην τοῦ κατὰ τὸν ὁρισμὸν πράγματος,
καθάπερ εἰ καὶ τὸν ἄνθρωπόν τις εἴποι πεζὸν δίπουν
ζῶον γεωμετροῦν. οἱ γὰρ μὴ γεωμετροῦντες οὐκ ἔσονται
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]