De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
καὶ οὐδενὶ τῶν ἄλλων ἔοικεν· ἐπὶ τῶν κλονωδῶν οὐδὲν
τοιοῦτον φαίνεται. μάλιστα γὰρ ἄν τις αὐτῶν τὴν κίνησιν
εἰκάσειε τοῖς ἀκοντίοις, ὅσα σφοδρῶς ἀφεθέντα ταχέως
φέρεται κραδαινόμενα. καλοῦσι γὰρ οὕτως τὸν πυκνὸν
αὐτὸν καὶ ἀνώμαλον σεισμὸν, ὅπερ οὐχ ὑπάρχει τοῖς σπασμώδεσι.
τούτους δὲ πάντας τοὺς σφυγμοὺς, τοὺς ἔξω τῶν
πέντε γενῶν τῶν πρώτων, κατὰ μίαν διαστολὴν ἀνωμάλους
γενομένους, δύο ταῦτα προσιόντα συνίστησι, τό τε
παρὰ τὴν θέσιν τῆς ἀρτηρίας εἶδος τῆς ἀνωμαλίας καὶ τὸ
πρωϊαίτερον ἢ ὀψιαίτερον ἄρχεσθαι τῆς κινήσεως τὰ μόρια,
τὸν μὲν πρῶτον ἐν αὐτοῖς ῥηθέντα, τὸν παρὰ τὴν
θέσιν τῶν μορίων ἀνώμαλον, αὐτὸ τοῦτο μόνον, τοὺς
δὲ ἄλλους καὶ τοῦτο μὲν, καὶ ἄλλαι δέ τινες ἀνωμαλιῶν
προσιοῦσαι διαφοραὶ τῶν πρώτων πέντε γενῶν. σύνθετοι
γὰρ αἴ τε νοήσεις καὶ αἱ γενέσεις αὐτῶν, τοῦ τε κυματώδους
καὶ τοῦ σκωληκίζονος καὶ τοῦ κλονώδους καὶ τοῦ
σπασμώδους. ὁ δὲ μυρμηκίζων, ὡς ἔφαμεν, ἀνώμαλος μέν
ἐστιν, οὐ μὴν καὶ φαίνεταί γε
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]