De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
εἰς τόδε μελετῶν οὐδέπω μοι δοκῶ πᾶσαν αὐτὴν ἐκμεμαθηκέναι.
πολλοῖς μὲν γὰρ ἔτεσιν οὐδ’ εἰ σαφῶς ἐστι τῇ ἁφῇ
διαγνῶναι τὴν συστολὴν τῆς ἀρτηρίας ἠπιστάμην, ἀλλ’ ἦν
ἄπορόν μοι πότερον οἱ περὶ τὸν Ἀρχιγένην καὶ Ἡρόφιλον,
ἢ οἱ περὶ τὸν Ἀγαθῖνον καὶ σχεδὸν ἅπαντας τοὺς ἐμπειρικοὺς
ἀληθεύουσι, τοσοῦτον ἀπελειπόμην τοῦ πότερον ὅλης
αὐτῆς αἰσθάνεσθαι δυνατόν ἐστιν, ἢ μορίου τινὸς, καὶ πόσου
τούτου, σαφές τι γινώσκειν. ἀλλὰ καὶ περὶ τῶν τῆς
διαστολῆς οὐδὲν ἧττον ἠπόρουν παραπλήσια. καίτοι ταῦτά
γε τὰ πρῶτα καὶ οἷον στοιχεῖα τῆς ἐν τοῖς σφυγμοῖς τέχνης
ἐστὶν, ὧν ἀγνοουμένων οὐδὲ τῶν ἄλλων οὐδὲν οἷόν τ’ ἦν
γνῶναι βεβαίως. τοσοῦτον δὲ μόνον ἠπιστάμην αἰσθήσει διαγινώσκειν,
ὅτι διαστέλλεται ἡ ἀρτηρία καὶ οὐκ ἀνέρχεται
καὶ κατέρχεται, καθάπερ οἱ ἐμπειρικοὶ καλούμενοι λέγουσιν
ἐνδέχεσθαι, καὶ τοῦτ’ ἀληθὲς εἶναι. μὴ γὰρ διαστολῆς, ἀλλὰ
πληγῆς μόνον αἰσθάνεσθαι τὴν ἁφήν· εἴτε δ’ ἀνιόντος τινὸς,
εἴτε διαστελλομένου, μηκέτι φαίνεσθαι. μόνον δὲ σχεδὸν τοῦθ’
ἡμῖν ἐν πολλοῖς ἔτεσιν ἔγνωστο, κᾀπὶ τῶν ἐφεξῆς ἓν, ἡ τοῦ
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]