De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
οὖν ἤδη πρὸς τοῦτον τὸν ἕνα τὸν τῆς ἀληθείας ἐραστὴν, ὅστις πότ’ ἂν ἢ νῦν ᾖ τοιοῦτος ἢ αὖθις γενήσεται, πρῶτον μὲν, ὡς οὐδ’ ἀδύνατόν ἐστι λόγῳ πολλὰ τῶν τῆς αἰσθήσεως ἑρμηνεῦσαι παθῶν, ἔπειτα δ’, ὅτι κᾂν ἀδύνατον ᾖ, οὐ χρὴ τούτου γ’ ἕνεκα τῆς ἡμετέρας σπουδῆς καταγινώσκειν. εἰ γὰρ καὶ μὴ κατὰ πᾶν ἀκριβῶς, ἀλλ’ ἐγγυτέρω γε τοῦ μηδόλως ἀφίκοιτ’ ἄν τις διὰ τοῦ λόγου πρὸς τὴν ἐπίγνωσιν αὐτῶν. τίς γοῦν ἀκριβῶς τὴν ἰδέαν ἑκάστου τῶν ἀνθρώπων διδάξαι λόγῳ δύναται; οὐδ’ εἷς δήπουθεν· ἀλλ’ ὅμως καὶ τοὺς ἀποδιδράσκοντας οἰκέτας κηρύττουσιν ὁσημέραι κατὰ τὰ τῆς ἰδέας γνωρίσματα· καί τινι καὶ τοῦτο μόνον ἤρκεσεν ἀκοῦσαι,
Γυρὸς ἔην ὤμοισι, μελάγχροος, οὐλοκάρηνος.κᾀγὼ μηδέποτε τοῦ γλυκέος Φαλερίνου πρὶν εἰς τὴν Ῥώμην ἀφικέσθαι γευόμενος, ἡνίκα πρῶτον ἐνέτυχον οὐκ ἠγνόησα δι’ ὧν ἀνεγνώκειν αὐτοῦ γνωρισμάτων ἐξευρών. ἡμέτερος δέ τις ἑταῖρος τὸν ἐν τῇ Λυδίᾳ γεννώμενον οἶνον γλυκὺν, τὸν Καρύϊνον ὑπὸ τῶν ἐπιχωρίων καλούμενον, ἐγνώρισε ῥᾳδίως
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]