De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
ἀλλὰ φαίνεται μὲν σαφῶς τῇ ἁφῇ, τὴν δὲ αἰτίαν αὐτοῦ ζητοῦντες
οἱ δογματικοὶ κληθέντες ἰατροὶ διαφέρονται πρὸς
ἀλλήλους, διενεχθέντες ἂν καὶ περὶ τοῦ φαίνεσθαι, εἰ μὴ
πάνυ ἐναργὲς ἦν. ἀλλὰ καὶ κατὰ μέγεθος ἀνώμαλός ποτε
γίνεται σφυγμὸς ἐν τῇ μιᾷ διαστολῇ, τῶν μὲν ἐπὶ πλέον, τῶν
δ’ ἐπ’ ἔλαττον αὐτοῦ μορίων διϊσταμένων, οὐκ ἂν γενόμενος,
εἰ μὴ τὸ φαίνεσθαι διαστελλομένην τὴν ἀρτηρίαν ἀληθὲς ἦν.
μακρολογῶν δ’ ἴσως σοφώτερον αὐτοῖς ἢ ἐναργέστερον διαλεγόμενος
συνίημι. ἀρκεῖ γὰρ εἰπεῖν ὡς μακρὸς ἢ βραχὺς,
καὶ ὑψηλὸς ἢ ταπεινὸς, καὶ πλατὺς ἢ στενὸς, καὶ μέγας ἢ
μικρὸς, καὶ ἁδρὸς ἢ ἰσχνὸς, καὶ δηλονότι ὅτι οἱ μέσοι αὐτῶν
οὐκ ἂν ἐγένοντο σφυγμοὶ μὴ κατὰ πᾶν μέρος φαινομένης
διαστέλλεσθαι τῆς ἀρτηρίας, καθ’ ὃ δοξάζουσι μόνην κίνησιν
γίνεσθαι, ἀλλὰ μόνον ἂν ἢ ὑψηλὸς, ἢ ταπεινὸς, ἢ ὁ μέσος
αὐτῶν ἐγίγνετο, τῶν δ’ ἄλλων οὐδείς. οἷος οὖν ὁ σπασμώδης
σφυγμός ἐστι σπανίως γιγνόμενος, τοιούτους ἀξιοῦσιν ἀεὶ
φαίνεσθαι πάντας οἱ μὴ συγχωροῦντες αἰσθητὴν εἶναι τὴν
διαστολήν. ὄντως γὰρ ἐπὶ τοῦ σπασμώδους ἢ οὐδόλως
αἴσθησις γίγνεται τῆς διαστολῆς, ἢ ἐπὶ βραχὺ καὶ ἀμυδρῶς,
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]