De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
τὰ κατὰ τὰς πράξεις, οὕτω καὶ ἡμῖν περαινέσθω, μὴ πολυπραγμονοῦσι
περὶ τὸ φαινόμενον ἐναργῶς μηδὲν, ἀλλ’ ἐκ προχείρου
πιστεύουσί τε καὶ ἑπομένοις, ὡς εἴ γέ τινος ἀπαγγέλλοντος
ὑετοῦ γενομένου τὸν ποταμὸν αὐξηθέντα τὴν γέφυραν
ἀνατρέψαι, παρών τις ὑμῶν κωλύει οὕτως ἁπλῶς, ὑετοῦ
γενομένου, λέγειν, ἀλλὰ τοῦ φαινομένου γεγονέναι, μηδὲ
ποταμὸν, ἀλλὰ τὸν φαινόμενον καὶ δοκοῦντα, μηδ’ αὐξηθέντα,
ἀλλὰ ηὐξῆσθαι δόξαντα, μηδὲ τὴν γέφυραν καταβαλεῖν,
ἀλλὰ φαίνεσθαι καταβεβληκότα, πῶς οὐκ ἂν δόξειε
μαίνεσθαι; τί ποτ’ οὖν τοῖς ἄλλοις ἀνθρώποις ἅπασιν ἑτέρως
διαλεγόμενοι μόνοις ἡμῖν πράγματα παρέχετε, καίτοι ταῖς
αἰσθήσεσι χρωμένοις ἐπί τε τῶν κατὰ τὴν ἰατρικὴν κᾀν τῷ
λοιπῷ βίῳ; εἶτα τὸν μὲν ἀσκὸν, εἰ οὕτως ἔτυχε, καὶ τὴν
κύστιν καὶ τὸν θύλακον καὶ τὰς τῶν χαλκέων φύσας τί διαστέλλεσθαι
λέγοντες καὶ συστέλλεσθαι τὸ φαίνεσθαι παρελείψατε,
τῇ δ’ ἀρτηρίᾳ μόνῃ, τῇ τί ποθ’ ὑμᾶς κακὸν ἐργασαμένῃ,
πράγματα παρέξετε, καὶ τὴν ἀπιστίαν τῶν φαινομένων
κατ’ αὐτῆς κινήσετε, καὶ οὐχ ἁπλῶς ἐρεῖτε, διέσταλται καὶ
διαστέλλεται, καὶ συνέσταλται καὶ συστέλλεται, ἀλλὰ φαίνεται
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]