Digital Corpus for Graeco-Arabic Studies

Galen: De Dignoscendis Pulsibus (Diagnosis by Pulses)

Kühn 1824

αὐτὸ οἴομαι λανθάνειν. αἰσθανόμεθα μὲν γὰρ ἀνατρεπομένης ἡμῶν τῆς σαρκὸς ἅμα τῷ περικειμένῳ δέρματι κατὰ τὴν προσβολὴν τῶν σφοδρῶν σφυγμῶν, συνεισέρχεται δὲ αὐτῷ κινουμένου τε καὶ βιαζομένου ἡ γνῶσις. καὶ μὲν δὴ καὶ ἀποχωρούσης τῆς ἀρτηρίας, ἡ μὲν αἴσθησίς ἐστι τῆς ἐν αὐτῷ τῷ ἡμετέρῳ σώματι κινήσεως. ἕπεται γὰρ τὸ εἴσω θλιβὲν ἢ τοῦ δέρματος ἡμῶν ἢ τῆς σαρκὸς μόριον ἀφισταμένῃ τῇ ἀρτηρίᾳ, τὴν ἐξ ἀρχῆς χώραν, ὅθεν ἀπεώσθη, καταλαμβανομένῃ, ἡ δὲ τοῦ χωρίζεσθαι γνῶσις συνεπινοεῖται. πρῶτα γάρ ἐστιν αἰσθητὰ ἐν τοῖς ἡμετέροις σώμασι τὰ παθήματα, δεύτερα δὲ τὰ τούτων ποιητικὰ, ἐκτὸς ὑποκείμενα. τῆς τε οὖν μετὰ τὴν θλίψιν ἀποχωρούσης τῆς ἀρτηρίας γινομένης ἡμῖν ἐν τοῖς ἁπτομένοις μορίοις κινήσεως αἰσθανόμενοι πρό τῆς ἐπὶ τῶν σφοδρῶν σφυγμῶν, κατὰ τοῦτο καὶ τὴν συστολὴν τῆς ἀρτηρίας ὑποπίπτειν αἰσθήσει φαμὲν, ὡς τῶν ποιούντων δηλονότι τὰ ἐν ἡμῖν πάθη συγκεχωρημένων αἰσθητῶν καλεῖσθαι· τό τε τῆς θλίψεως ἄνισον ἐνδείκνυται τὴν τοῦ θλίβοντος ἐπάνοδον. οὐδὲ γὰρ οὐδὲ τὴν ῥώμην οὐδὲ τὴν κίνησιν αὐτοῦ δι’ ἄλλου τινὸς ἐγνωρίσαμεν ἢ διὰ τοῦ τῆς

Work

Title: Galen: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 766-961

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_073.xml [407 Kb]