De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
ἢ διὰ βραδύτητα καὶ τάχος. ὅστις γὰρ ἂν μέγιστός θ’ ἅμα
καὶ σφοδρότατος καὶ σκληρὸς, καθ’ ὅσον οἷόν τε μεγέθει
μιχθῆναι σκληρότητα, καὶ μὴ ταχὺς, σαφεστάτην οὗτος ἔχει
τὴν συστολήν. οἱ δ’ ἄλλοι πάντες καθ’ ὅσον ἂν τούτων τινὸς
ἔλαττον ἢ πλέον μετέχωσι, κατὰ τοσοῦτον ῥᾷον ἢ χαλεπώτερον
γνωσθήσονται. προσεθήκαμεν δ’ ἐπὶ τῆς κατὰ τὴν
σκληρότητα καὶ τὸ μέγεθος μίξεως τὸ, καθ’ ὅσον ἐνδέχεται,
τοῦδε χάριν, ἵνα μή τις ὑπονοήσῃ δύνασθαί ποτε γενέσθαι
τὸν αὐτὸν ἅμα σφυγμὸν ὥσπερ μέγιστόν τε καὶ σφοδρότατον,
οὕτω καὶ σκληρότατον. οὐ γὰρ οἷόν τε συνελθεῖν ὥσπερ
σφοδρότητι τὸ μέγεθος, οὕτω καὶ σκληρότητι, μεγίστους
μὲν γὰρ καὶ σφοδροτάτους σφυγμοὺς πολλάκις ἂν εὕροις,
σκληροτάτους δ’ ἅμα καὶ μεγίστους τοὺς αὐτοὺς οὐκ ἂν εὕροις,
οὐ μὴν οὐδὲ σκληροὺς ἅμα καὶ μεγίστους, ἀλλ’ ὁ μέσος
σκληροῦ καὶ μαλακοῦ σφυγμὸς, ὁ σύμμετρός τε κατὰ φύσιν,
ἅμα τῷ μεγίστῳ πολλάκις εὑρίσκεται. καὶ μὲν δὴ καὶ
σκληρόν θ’ ἅμα καὶ σφοδρὸν τὸν αὐτὸν εὑρήσεις πολλάκις,
καὶ σκληρός θ’ ἅμα καὶ σφοδρότατος ἔστιν ὅτε φαίνεται,
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]