De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
γεγραμμένους, ἵνα μήτ’ ἐφ’ ὧν ἀδύνατον αὐτῆς αἰσθέσθαι,
γλιχόμενος ἐξευρίσκειν, εἶτ’ ἀπορῶν ἀποστῇ τελευτῶν ἁπάσης
ὡς ἀναισθήτου, μήτ’ ἐφ’ ὧν δυνατὸν μὲν αἰσθέσθαι, μὴ
σαφῶς δὲ, πρώτοις αὐτοῖς ἐγχειρεῖν, αὐτῶν τε τούτων ἀπογνῷ
τῆς εὑρέσεως, καὶ πρὸς τὴν τῶν ἄλλων ζήτησιν ἀποκνέοι
παντάπασιν. ἀλλ’ ἐφ’ ὧν ἐναργεστάτην συστολὴν φαίνεσθαι
συμβέβηκεν, ἀπὸ τούτων ἄρξασθαι, τήν τε τῆς χειρὸς ἐπιβολὴν,
ὡς εἴρηται, ποιούμενος καὶ μεμνημένος ὧν εἴρηται
σκοπῶν, ὡς χρὴ πάντως ἢ σφοδρὸν, ἢ οὐκ ἀμυδρόν γε τὸν
σφυγμὸν εἶναι τὸν μέλλοντα ποιήσειν αἰσθητὴν τοῖς ἁπτομένοις
τὴν συστολήν. καὶ τοῦτο μὲν ἀχώριστον ὑπάρχειν
αὐτῷ δεῖ, πρὸς δὲ τὴν σαφεστέραν διάγνωσιν οὐ σμικρὰ συντελεῖ
τὸ μέγεθος, εἶναι δέ τινα καὶ παρὰ τῆς σκληρότητος ὠφέλειαν
καὶ τῆς βραδύτητος. ὥστε μήτ’ ἐν ἀμυδρῷ ποτε σφυγμῷ
συστολὴν αἰσθητὴν δύνασθαι γενέσθαι μήτ’ ἀναίσθητον ἐν
σφοδρῷ, μᾶλλόν τε καὶ ἧττον ἐναργῆ παρὰ ταὐτὸν τὸν ζωτικὸν
καλούμενον τόνον, ἧττόν τε καὶ μᾶλλον ἐνταθέντα καὶ
παρὰ τὸ ποσὸν τῆς διαστολῆς καὶ παρὰ τὸ ποιὸν τοῦ τε
χιτῶνος τῆς ἀρτηρίας καὶ τῆς κινήσεως.
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]