De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
καὶ τοῦ τῆς ἀρτηρίας χιτῶνος. εἰ γὰρ οὕτως ἔχοντος σφοδρὸς
ὁ σφυγμὸς, ἢ μὴ ἀμυδρός γ’ εἴη, δυνήσῃ τὸ κῶλον
ὑπαλλάττων καὶ ποτὲ μὲν ὕπτιον, ποτὲ δὲ πρηνὲς ποιούμενος
τὰς διαφορὰς τῶν τῆς ἀρτηρίας διαστάσεων, ἃς ἐγὼ
νῦν εἶπον, φωράσαι σαφῶς τῇ θλίψει. τῷ μὲν γὰρ πλάτει
καὶ τῷ μήκει τὸ πρανὲς σχῆμα πλεονεκτεῖν σοι φανεῖται, τῷ
δ’ ὕψει καὶ τῷ χρόνῳ τὸ ὕπτιον. αἴτιον δ’ ἀμφοῖν τὸ
χαλαρὸν τοῦ δέρματος, ἐν μὲν τοῖς ὑπτίοις σχήμασι τῆς χειρὸς
ὡς ἂν ἄνωθεν ἐπικείμενον καὶ καταπῖπτον ἐπὶ τὴν ἀρτηρίαν,
ἐν δὲ τοῖς πρηνέσιν ὡς ἂν κάτω ῥέπον ἐκκρεμαννύμενόν
τε καὶ πλεῖστον ἀφιστάμενον. διὰ τοῦτο ἐν μὲν τοῖς
ὑπτίοις σχήμασιν ἐν τῷ διΐστασθαι τὴν ἀρτηρίαν ἀπὸ τῶν
ὑψηλοτέρων ἐπὶ τὰ πλάγια περιῤῥέον, διπλοῦταί τε καὶ οἷον
ῥυτιδοῦται, καὶ πλεῖστον ἀθροιζόμενον ἐνταῦθα κωλύει
κατὰ ταῦτα μάλιστα τὰ μέρη, τὸ μέγεθος τοῦ σφυγμοῦ. ἐν
δὲ τοῖς πρανέσιν οὐδαμοῦ βαρῦνον, οὐδὲ διακωλύον τὴν κίνησιν
τῆς ἀρτηρίας, οὐδὲ τοῦ μεγέθους τοῦ κατὰ τὸν σφυγμὸν
ἀφαιρεῖται. πῶς οὖν οὐ καὶ κατὰ τὸ βάθος ἐπὶ πλέον
ἐνταῦθα φαίνεται διαστελλόμενος ὁ σφυγμὸς, ἢ εἰ μὴ πλέον,
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]