De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
τρόπον τῆς ἐπαφῆς αἰσθέσθαι τῶν πρώτων τῆς διαστολῆς,
ἀλλ’ οὐδ’ εἰ ψαύοις ἐπιπολῆς, οἷον αἰωρῶν τὴν χεῖρα. λοιπὸν
οὖν, εἴπερ ἄρα, ἐν ταῖς θλιβούσαις ἐπιβολαῖς τῆς χειρὸς
αἰσθέσθαι δυνατὸν τῶν πρώτων τῆς διαστολῆς. ἀλλ’ ὅτι γε
μὴ κατὰ πάντας τοὺς σφυγμοὺς, ἀλλ’ εἴπερ οἷόν τε, κατὰ
μόνους τοὺς σφοδροὺς, ἄντικρυς δῆλον, εἴ τι μεμνήμεθα τῶν
εἰρημένων. τοῦτο μὲν δὴ ἡμῖν μέχρι τοσούτου προελήλυθε,
τὸ μηκέτ’ ἄλλην τινὰ ἐπιβολὴν μήτ’ ἄλλον σφυγμὸν ὡμολογῆσθαι
τὴν ἀρχὴν τῆς διαστολῆς αἰσθητὴν ἐγχωρεῖν ἐργάζεσθαι,
πλὴν τῆς μετὰ θλίψεως ἐν τοῖς σφοδροῖς γινομένης,
ἑξῆς δ’ ἴδωμεν, εἰ τοῦτ’ αὐτὸ τὸ ἐνδεχόμενον ὄντως ἀληθές
ἐστιν, ἢ μόνον πιθανόν. ἐμοὶ μὲν γὰρ δοκεῖ κᾀν τούτοις
διαφεύγειν ἔτι τὰ πρῶτα τῆς διαστολῆς, οὐ μὴν ὁμοίως γ’
ὥσπερ ἐπὶ τῶν ἄλλων σφυγμῶν, ἀλλὰ παντελῶς ἐλάχιστον
εἶναι τὸ λανθάνον. μάθοις δ’ ἂν, εἰ νοήσαις, ὡς
ἀναγκαῖόν ἐστι τὴν ἐκ τῆς ἀρτηρίας ἀρχομένην κίνησιν διαδοθῆναι,
πρώτοις μὲν τοῖς περικειμένοις σώμασιν, εἶτα
τῷ δέρματι παντὶ, καὶ τότ’ ἤδη τοῖς ἡμετέροις δακτύλοις.
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]