De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
οὔκουν ἐνδέχεται παντάπασιν ἄχρονον εἶναι τὴν οὕτω γινομένην
τῆς κινήσεως μετάληψιν. εἰ δὲ τοῦτ’ ἀληθὲς εἴρηται, λανθάνειν
ἀναγκαῖόν ἐστι τὴν ἀρχὴν τῆς κινήσεως. ἀλλὰ κᾀκ τοῦ
πολὺ μακροτέρας αἰσθάνεσθαι τὴν ἁφὴν τῆς μετὰ τὸ συνιζῆσαι
τὴν ἀρτηρίαν πρὸ τοῦ διαστέλλεσθαι γιγνομένης ἡσυχίας
ἤπερ τῆς μετὰ τὸ διασταλῆναι πρὸ τοῦ συνιζάνειν
οὐκ ἀλόγως ἄν τις ὑπονοήσειεν, ἐκφευγόντων ἡμᾶς μορίων
τινῶν τῆς ἐντὸς κινήσεως τοῦτο γίνεσθαι. δῆλον γὰρ, ὡς
εἴπερ ἄληπτον τὸ πρῶτον τῆς διαστολῆς, εἴη ἄν καὶ τὸ τῆς
συστολῆς ἔσχατον ἀδιάγνωστον. οὐ γὰρ ἄν ποτε πλείονος,
ἢ μείζονος αἴσθοιτο κινήσεως κατὰ τὴν συστολὴν ἡ ἁφὴ, εἴ
γε ἀσμενιστέον ἐστὶ κᾂν τῆς ἴσης αἰσθέσθαι τῆς διαστολῆς.
δηλοῦσι δὲ τοῦτο οἱ μηδόλως αὐτὴν αἰσθητὴν εἶναι λέγοντες,
οὐκ ὀλίγοι τὸν ἀριθμὸν ὄντες, οὔτ’ εὐκαταφρόνητοι κατὰ τὴν
ἐν τῇ τέχνῃ τριβήν. ἡμεῖς δ’, ὅτι μὲν αἰσθητὴ, καὶ πότε,
μάλιστα φθάνομεν ἤδη δεδιδαχότες, συναπεδείξαμεν δὲ καὶ
ὡς οὐκ ἐνδέχεται πλείονος αἰσθάνεσθαι κινήσεως τὴν ἁφὴν ἐν
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]