De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
αἰσθάνεσθαι, ἀναισθήτων γενομένων τῶν ἐσχάτων τῆς διαστολῆς.
πῶς οὖν δυνατὸν ἀκριβῶς διαγνῶναι τὴν ἐκτὸς ἠρεμίαν
τὸν οὕτως ἁπτόμενον ὡς οὐκ ἐνδέχεται; μετρεῖν γὰρ
δεῖ τὸ ποσὸν τῆς θλίψεως πρὸς τὴν ῥώμην τῆς ἀρτηρίας, εἰς
τοσοῦτον θλίβοντας, εἰς ὅσον μηδὲν τῶν ἐσχάτων τῆς κινήσεως
μορίων ἀναίσθητον ἔσται. δῆλον οὖν ὡς οὐκ ἐνδέχεται
θλίβειν ἐν ἅπασιν, ἀλλ’ ἐν τοῖς σφοδροῖς μόνοις, οὐδ’ ἐν
τούτοις εἰς τοσοῦτον, ὡς κινῆσαι τῷ βιαίῳ τῆς ἐπιβολῆς τὴν
ῥώμην τῆς ἀρτηρίας. ἀσφαλέστατον οὖν, ὅταν τὴν ἐκτὸς
ἡσυχίαν διαγινώσκειν ἐθέλῃς, ἀβιάστως ἐπιβάλλειν τὴν ἁφήν·
τὴν δ’ ἐντὸς ἐκ τῶν ἐναντίων, εἰ μὴ βιάζοιο καὶ θλίβοις,
οὐκ ἂν γνωρίσαις. ἀκολουθῆσαι γὰρ δεῖ τὴν ἁφὴν μέχρι παντὸς
συστελλομένῃ τῇ ἀρτηρίᾳ, θλίβειν δ’ ἐν τοῖς σφοδροῖς
μόνοις ἐγχωρεῖ. δῆλον οὖν ὡς καὶ ἐν τούτοις μόνοις διαγνωρίσει
τὴν ἐντὸς ἡσυχίαν, οὐ μὴν οὐδ’ ἐν τούτοις ἀκριβῶς,
ἀλλὰ πολλάκις μὲν συχνῷ μείζονος ἤπερ ὄντως ἐστὶ, πολλάκις
δ’ ὀλίγῳ μὲν, ὅμως δ’ οὖν ἔτι μείζονος αὐτῆς ἐπαισθήσει.
προσέρχονται γὰρ ἐξ ἀνάγκης δύο χρόνοι τῶν ἀναισθήτων
μορίων ἑκατέρας τῶν κινήσεων, ὁ μὲν ἐπὶ πέρατι τῆς
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]