De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
πρὸς τὸν μυρμηκίζοντα διασώζειν ὁμολογίαν βουληθέντες ὡς
ὑπὲρ ἀναισθήτων ἑαυτῶν ἀποφαίνονται; μεταπιπτόντων γὰρ
εἰς ἀλλήλους τῶν σφυγμῶν τούτων ῥᾳδίως καὶ τῆς μὲν τοῦ
σκωληκίζοντος ῥᾳδίως ἐσχάτης καταπτώσεως τὸν μυρμηκίζοντα
γεννώσης, τῆς δὲ τοῦ μυρμηκίζοντος πρώτης αὐξήσεως τὸν
σκωληκίζοντα, φανερῶς ἄτοπον αὐτοῖς ἐδόκει ταχὺν μὲν εἰπεῖν
τὸν ἕτερον αὐτῶν, βραδὺν δὲ τὸν ἕτερον. ἐπεὶ τοίνυν
ἐτύγχανον οὐκ ὀρθῶς ταχὺν εἰρηκότες τὸν μυρμηκίζοντα, διὰ
τοῦτ’ ἐξ ἀκολουθίας ὑπέμειναν οὕτω ψευδῶς τε καὶ φανερῶς
ἐναργῆ μαχόμενον ὁμολογῆσαι τὸ καὶ τὸν σκωληκίζοντα ταχὺν
εἶναι, καίτοι σκώληκος εἰκάζουσιν αὐτὸν πορείᾳ, καθάπερ
τὸν μυρμηκίζοντα μύρμηκος, ὅρα πῶς ὠκέων ζώων,
εἶθ’ ἅμα μὲν οὕτως εἰκάζουσιν, ἅμα δὲ ταχεῖς εἶναί φασιν
οὐκ αἰσθανόμενοι τῆς πρὸς ἑαυτοὺς μάχης. ἐπεὶ δ’ ἅπαξ
εἰς τηλικαῦτ’ ἐνέπεσον ἁμαρτήματα καὶ τοὺς ἐπὶ ταῖς
στομαχικαῖς διαθέσεσι σφυγμοὺς ἅπαντας ταχεῖς εἶναι
λέγουσιν, οὐδ’ αὐτοὺς ἅπαντας ὄντας ταχεῖς, καὶ ἄλλους
μυρίους, οὓς ἑτέρωθι μᾶλλον εἰπεῖν οἰκειότερόν ἐστιν.
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]