De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
μνημονεύειν ᾧδέ πως λέγουσι· γυμνάσια σύμμετρα τοὺς
σφυγμοὺς εἰς μέγεθος καὶ τάχος καὶ σφοδρότητα καὶ πυκνότητα
τρέπει. καὶ τοῦτο φήσομεν καὶ τοὺς ἄλλους βουλομένους
δηλοῦν ἐν γυμνασίοις φάσκειν μεγάλους καὶ ταχεῖς καὶ
σφοδροὺς καὶ πυκνοὺς γίγνεσθαι τοὺς σφυγμούς. ἀλλ’ ἡμεῖς
πρῶτον μὲν οὐχ ἁπλῶς ἐροῦμεν ἐν γυμνασίοις, ἀλλ’ ἐν τοῖς
συμμέτροις προσθήσομεν. τὰ γὰρ πλείω τῆς φύσεως τοῦ γυμναζομένου
σώματος εἰς ἕτερον εἶδος τροπῆς μεθίστησι τοὺς
σφυγμούς. ἔπειτα δ’ οὐδ’ ἁπλῶς οὕτω μεγάλους καὶ ταχεῖς
ἐροῦμεν, ἀλλὰ καὶ μείζονας καὶ θάττονας καὶ σφοδροτέρους
καὶ πυκνοτέρους καὶ τἄλλα πάντα φήσομεν οὕτως χρῆναι λέγειν,
οἷον ὅτι κατὰ μὲν τὰς ἡλικίας μέγιστοι μὲν οἱ τῶν
ἀκμαζόντων, μικρότατοι δ’ οἱ τῶν γερόντων, οἱ δὲ τῶν
παρακμαζόντων μείζους μὲν τῶν ἐν τοῖς γέρουσιν, ἐλάττους
δὲ τῶν ἐν τοῖς ἀκμάζουσιν. καὶ κατὰ τὰς ὥρας ὡσαύτως
καὶ κατ’ ἄλλα πάντα τὴν αὐτὴν ποιησόμεθα διδασκαλίαν,
ἐν ἑκάστῳ τῶν γενῶν τοὺς σφυγμοὺς ἀλλήλοις παραβάλλοντες,
οὐχ ἁπλῶς ὑπὲρ αὐτῶν ἀποφαινόμενοι. τῷ μὲν
οὖν ἐμπειρικῷ τάχα ἂν ἀρκέσειεν ἡ τοιαύτη διδασκαλία. καὶ
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]