De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
καὶ ἐν καταστάσει ξηρᾷ τοιόσδε τις ὁ σφυγμός ἐστι. τοιαύτας
γάρ τινας συμπλοκὰς ἀπεράντους τὸ πλῆθος ὑπὸ μηδενὸς ἀνθρώπων
μήτε τηρηθῆναι μήτε μνημονευθῆναι δυναμένας,
ἀλλ’ ἄχρι λόγου μόνον ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς τὸ
δυνατὸν ἐχούσας, ἐπ’ αὐτῶν δὲ τῶν ἔργων τῆς τέχνης
ἀδυνάτους ἐξελεγχομένας, ἀναγκαῖον ἔσται συμπλέκειν. εἰ δὲ
δὴ καὶ τῷ μᾶλλόν τε καὶ ἧττον ἅπασι τοῖς εἰρημένοις αἱ
τοιαῦται συζεύξεις μέλλοιεν ἀλλήλων διαφέρειν, ὥσπερ οὖν
διαφέρουσιν, εἰς ὅσην ἀμηχανίαν ἄξουσι τὸν τηρητικὸν, οἶμαι
πρόδηλον ὑπάρχειν. ἄμεινον οὖν ἴσως μὴ διατρίβειν ἔτι,
μηδ’ ἐγχρονίζειν, ἐνδεικνύμενον τὸ χαλεπὸν καὶ ἀπέραντον
τῆς ἐμπειρικῆς τηρήσεως, ἀλλ’ αὐτὸν δεῖξαι μέθοδόν τινα λογικὴν,
ᾗ χρώμενοι τὸ παρὰ τῆς ἐμπειρίας χρηστὸν ἑτοίμως
ληψόμεθα. τίς δ’ ἂν εἴη μέθοδος; ἡ τοιάδε· μάλιστα τὴν
ἀρίστην τοῦ σώματος ἡμῶν ἐξευρόντας κατασκευὴν πρῶτα
μὲν ἐπισκέψασθαι χρὴ, ποῖοί τινες οἱ κατ’ αὐτήν εἰσι σφυγμοὶ,
καὶ τοῦθ’ οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχε ποιητέον, ἀλλ’ ἐν
τοιαύτῃ καταστάσει λαβόντας τὸν ἄνθρωπον, ἐν οἵᾳ τὴν
οἰκείαν κίνησιν οἱ σφυγμοὶ φυλάττουσιν ὑπὸ μηδενὸς τῶν
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]