De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
οἶδεν, ἢ λόγῳ μὲν αὐτὰς ἐπεσκέψατο, διαγινώσκειν δ’ ἐντυγχάνων
οὐκ ἐμελέτησεν, οὐδὲ ἂν ἔχοι πλέον ἐκ τοῦ παρόντος
λόγου. δικαίως οὖν ἐστιν ἐκεῖνα πρότερον ἐκμαθὼν οὕτως
ἐπὶ τάδε ἥκειν. καὶ γὰρ οὐ τὴν τυχοῦσαν ἐν αὐταῖς εὑρήσει
διαφωνίαν τοῖς τε παλαιοῖς ἰατροῖς πρὸς ἀλλήλους τοῖς
τε νεωτέροις οὐ πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς
παλαιούς. οὔτε γὰρ τίς ἡ ἀρίστη φύσις ὡμολόγηται πᾶσιν
οὔτε τῶν μοχθηρῶν ὁ ἀριθμὸς εὕρηταί πως. καὶ τὰ σημεῖα,
δι’ ὧν τις ἢ τὰς ἀρίστας, ἢ τὰς μοχθηρὰς γνωρίζοι, παντάπασιν
ὀλίγοι τῶν ἰατρῶν ἔγραψαν. εἰ δὲ καὶ ταῦτα πάντα
τοῖς ἔμπροσθεν ὡμολόγητό τε καὶ δεόντως εὕρητο, διαγινώσκειν
γοῦν ἐπ’ αὐτῶν τῶν ἔργων τὰς φύσεις ἐχρῆν πρότερον
ἀσκήσαντας, καὶ οὕτως ἐπιχειρεῖν τῇ περὶ τοὺς σφυγμοὺς
τέχνῃ. τάχα τινὲς ἀχθεσθήσονται τῷ πλήθει τῆς ἐπεισαγομένης
θεωρίας, ἀλλ’ ἡμεῖς γ’ οὐκ ἀχθεσθησόμεθα προπηλακιζομένου
τοῦ πράγματος. οὐδὲ γὰρ ἠλπίσαμέν ποτε πάντας
ἀρέσκειν, ἢ ὠφελήσειν αὐτό. πάνυ δὲ τοῦτο σαφῶς καὶ ἀκριβῶς
ἐπιστάμενοι, πλὴν ἑνὸς τοῦ τῆς ἀληθείας ἐραστοῦ, τοῖς
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]