De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
ἔφασκε καταγελῶν ὅλου τοῦ ἐρωτήματος, οὐδὲ ζητήματος
ἄξιον εἶναι τὸ πρᾶγμα. πολὺ γὰρ μικροτέρους ὑπάρχειν τοὺς
τῶν παίδων, καὶ διὰ τοῦτο καλῶς μηδὲ γεγράφθαι τι περὶ
αὐτῶν. τοιούτους οὖν μυρίους ἔχοντες μάρτυρας καὶ τἄλλα
φιλονεικοῦντες ἀεὶ πρὸς Ἡρόφιλον, οὐκ οἶδ’ ὅπως τὰ τοιαῦτα
παραλελοίπασι τὴν ἀρχὴν, οὐδ’ εἰ γέγραφεν αὐτὰ γιγνώσκουσιν.
οὐδὲ γὰρ αὐτῆς τῆς ἰατρικῆς αὐτοῖς πάνυ φροντίς ἐστιν,
ἀλλὰ μόνον ἐκείνων τῶν δογμάτων, ἃ τὰς ἐν ταῖς διατριβαῖς
φλυαρίας αὐξῆσαι δύναται. ταῦτ’ οὖν ἐκλέγουσι μόνον τῶν
Ἡροφίλου βιβλίων τὰ κεφάλαια, τὰ δὲ ἄλλα παντάπασιν
ὑπερβαίνουσι, καὶ διὰ τοῦτ’ οὐδ’ ὅλως ἴσασι τί γέγραφεν
Ἡρόφιλος, εἰς μὲν τὰ τῆς τέχνης ἔργα μεγάλως διαφέρον,
ἐναντίον δ’ οἷς οὗτοι λέγουσι. διὰ τοῦτο γοῦν καὶ περὶ τῶν
ῥυθμῶν ὅσα μὲν ἐχρῆν αὐτοὺς ἔτι παῖδας ὄντας ἐν τοῖς τῆς
μουσικῆς διδασκαλείοις ἐκμαθεῖν, ταῦτ’ οὐδόλως εἰς τὰ τῆς
ἰατρικῆς συγγράμματα φέρουσι, τὸ τῶν ὀψιμαθῶν πάθημα
πάσχοντες, οὐδὲ σιωπῆσαι δυνάμενοι, κᾂν ἑτέρας ᾖ τέχνης.
πῶς δ’ ἀπὸ ῥυθμοῦ δεῖ σημειοῦσθαι, οὐκέτ’ οὐδεὶς ἔγραψεν
αὐτῶν. ἀλλ’ Ἡρόφιλός γε τὴν ἐναντίαν ὁδὸν ἰὼν αὐτοῖς
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]