De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
εἰς τὸ πλάτος κίνησιν κεκωλυμένην. ἡ δ’ ἀπορία περὶ τοῦ
βάθους ἐστὶν, ὃ κᾂν ἐκ πολλοῦ διαστήματος, κᾂν ἐξ ὀλίγου,
κᾂν ἐκ συμμέτρου τὴν κίνησιν ἀρχομένην ἔχῃ, τὴν αὐτὴν τοῖς
ἐπιπολῆς ἁπτομένοις φαντασίαν ἐργάσεται. στενῆς γὰρ αἰσθήσονται
τῆς κινήσεως. πῶς οὖν διορισθήσεται; πολλαχῇ μὲν
καὶ τοῖς τῆς ἁφῆς παθήμασιν, διὰ παντὸς δὲ τῷ λογισμῷ.
λεκτέα δὲ πρότερα τὰ τῆς ἁφῆς, ἐφ’ ὧν ἐγχωρεῖ διὰ ταύτης
τι λαβεῖν σαφές. ἐγχωρεῖ δ’ ἐπὶ σφοδρῶν σφυγμῶν, ὑπὲρ ὧν
εἴρηται πολλάκις, ὅτι μόνοι θλιβόντων τὴν ἀρτηρίαν οὐκ
ἀπόλλυνται. ῥᾷστον οὖν ἐπί γε τῶν τοιούτων γνωρίσαι τὸ
βάθος τοῦ σφυγμοῦ. θλίψαντι γάρ σοι τάχα μὲν καὶ δι’ αὐτῆς
τῆς ἁφῆς, ἐὰν ᾖ γεγυμνασμένη τε καὶ ἁπαλὴ καὶ ἀκριβῶς
αἰσθανομένη φύσιν, γενήσεταί τις διάγνωσις τοῦ διαστήματος
τῆς κινήσεως· εἰ δὲ μὴ, ἀλλ’ ὅ γε χρόνος ὁ τῆς κινήσεως ἐνδείξεται
τὸ ποσὸν τῆς διαστάσεως. εἰ γὰρ οἷός τ’ εἴης διακρίνειν
ἰδίᾳ μὲν τὸ ποιὸν τῆς κινήσεως, ἐν ᾧ τὴν κατὰ τάχος
τε καὶ βραδύτητα διαφορὰν εὑρίσκομεν, ἰδίᾳ δὲ τὴν κατὰ τὸν
χρόνον, ἐν ᾧ βραχυχρονίους κινήσεις διαγιγνώσκομεν, οὐκ ἄν
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]