De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
τὰ δὲ πράγματα καθ’ ὧν αὗται λέγονται παντάπασιν
ἀγνοοῦντες. ὄντων οὖν πολλῶν τῶν γραφόντων τοὔνομα τοῦ
πλήρους σφυγμοῦ, τοὺς μὲν ἄλλους παραλείψειν μοι δοκῶ,
πλὴν εἴ που κατὰ τὴν ἀνάγκην τοῦ λόγου μνημονεύσαιμι διὰ
βραχέων. ἀποχρήσει δέ μοι τὰ πρὸς Ἀρχιγένους τε καὶ Ἀγαθίνου
γεγραμμένα προχειρισαμένῳ διασκέψασθαι. λέγει δὲ
ὁ μὲν Ἀρχιγένης ὑπὲρ αὐτοῦ τόνδε τὸν τρόπον· ἔστι δὲ πλήρης
σφυγμὸς ὁ ναστοτέραν ἐπιδεικνὺς τὴν ἀρτηρίαν καὶ τὴν
ὑπόπτωσιν αὐτῆς διασεσαγμένην ἐγχύλως, κενὸς δὲ ὁ πομφολυγώδη
τὴν ἔγερσιν τῆς ἀρτηρίας ποιούμενος, ὥστε κατὰ τὸν
ἐπιπιεσμὸν τῶν δακτύλων κενεμβάτησιν ὑποπίπτειν. ἐν
τούτῳ δὲ δὴ τῷ λόγῳ πρῶτον τί δηλοῖ τὸ ναστοτέραν οὐ
πάνυ σαφῶς οἶδα, διὰ τὸ μηδὲ σύνηθες εἶναι τοῖς Ἕλλησιν
ὄνομα κατὰ τοῦ τοιούτου πράγματος λέγεσθαι. ἄρτον μὲν
γάρ τινα ναστὸν ἐκάλουν, οὐ μὴν ἄλλο γέ τι σῶμα πρὸς αὐτῶν
οὕτως ὠνομασμένον ἐπίσταμαι. αὐτὸς δὲ ὁ Ἀρχιγένης,
δικαιότατον γὰρ τὴν ἐν τοῖς ὀνόμασιν αὐτοῦ συνήθειαν παρ’
αὐτοῦ μανθάνειν, δοκεῖ μοι τὸ ναστὸν ἀντὶ τοῦ πλήρους
ὀνομάζειν, ἐν γοῦν τῷ περὶ σφοδρότητος σφυγμοῦ λόγῳ
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]